# Symposium Sive Convivium Decem Virginum 4-7

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος ζ΄. Πρόκιλλα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/4-7

Ἐὰν δέ τῳ περὶ τούτων ἀμφισβήτησις ᾖ, ὡς οὐδέπω τῶν κεφαλαίων ἱκανῶς ἐπεξειργασμένων, καὶ ἔτι βούλοιτο κατ' ἀναγωγὴν αὐτῶν πνευματικὴν διαρθρωθῆναι πληρέστερον, τίνες εἰσὶν αἱ βασίλισσαι καὶ αἰ παλλακαὶ καὶ αἱ νεάνιδες, λέξομεν δύνασθαι ταῦτα λελαλῆσθαι καὶ ἐπὶ τῶν ἐξ ἀρχῆς κατὰ πρόβασιν χρόνων ἐν δικαιοσύνῃ διαπρεψάντων, οἷον τῶν πρὸ τοῦ κατακλυσμοῦ καὶ τῶν μετὰ τὸν κατακλυσμὸν καὶ τῶν ἀπὸ τοῦ Χριστοῦ καθεξῆς· εἶναι γὰρ νύμφην μὲν τὴν ἐκκλησίαν, βασιλίσσας δὲ τὰς βασιλικὰς ἐκείνας τὰς πρὸ τοῦ κατακλυσμοῦ ψυχάς, εὐαρέστους τῷ θεῷ γεγενημένας, τουτέστι τὰς ἀμφὶ τὸν Ἄβελ καὶ τὸν Σὴθ καὶ τὸν Ἐνώχ, παλλακὰς δὲ τὰς μετὰ τὸν κατακλυσμὸν τῶν προφητῶν, αἷς πρὸ τοῦ τὴν ἐκκλησίαν ἁρμοσθῆναι τῷ κυρίῳ παλλακίδων δίκην συγγινόμενος ἀληθεῖς ὑπέσπειρε λόγους ἐν ἀφθόνῳ καὶ καθαρᾷ φιλοσοφίᾳ, ἴνα γεννήσωσιν αὐτῷ συλλαβοῦσαι πίστιν, »πνεῦμα σωτηρίας‘. τοιαῦτα γὰρ ἀποβλαστήματα φύουσιν αἱ ψυχαί, ἀείμνηστον φέροντα κάλλος, ὁπόσαις ἂν ὁ Χριστὸς συνανακραθῇ. εἰ γὰρ βούλεσθε εἰς Μωσέως ἀποβλέψαι τὰς βίβλους ἢ Δαυὶδ ἢ Σολομῶνος ἢ Ἡσαΐου ἢ τῶν καθεξῆς προφητῶν, ὠ παρθένοι, εἴσεσθε οἷα καταλελοίπασιν ἑαυτῶν ἔκγονα τῷ βίῳ σωτήρια διὰ τὴν πρὸς τὸν υἱὸν τοῦ θεοῦ κοινωνίαν. ὅθεν τεθεωρημένως παλλακὰς προσηγόρευσε τὰς ψυχὰς τὰς προφητικὰς ὁ λόγος, ὅτι μὴ φανερῶς αὐτὰς οὕτως ὥσπερ δὴ καὶ τὴν ἐκκληι1ίαν έπηγόγιιοι Διύι1 ας δι’ αὐτὴν .τὸν μόοχον τὸν οι- τιυτόνα.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
