# Symposium Sive Convivium Decem Virginum 5-3

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος γ΄. Θάλεια.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/5-3

Καί μοι ἐχέγγυος μάρτυς καὶ σαφὴς ὁ προφήτης Ἱερεμίας παρίτω, »καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως« λέγων »καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων. καὶ διέπεσε τὸ ἀγγεῖον, ὃ ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἓτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι«. ἒτι γὰρ πηλουργούμενον τὸν Ἀδάμ, ὡς ἔστιν καὶ τηκτὸν ὄντα καὶ ὁδαρῆ, καὶ μηδέπω φθάσαντα δίκην ὀστράκου τῇ ἀφθαρσίᾳ κραταιωθῆναι καὶ ἀποπετρωθῆναι, ὕδωρ ὥσπερ καταλειβομένη καὶ καταστάζουσα διέλυσεν αὐτὸν ἡ ἁμαρτία. διὸ δὴ πάλιν ἄνωθεν ἀναδεύων καὶ τὸν αὐτὸν »εἰς τιμήν‘ ὁ θεός, ἐν τῇ παρθενικῇ κραταιώσας πρῶτον καὶ πήξας μήτρᾳ καὶ συνενώσας καὶ συγκεράσας τῷ λόγῳ, ἄτηκτον καὶ ἄθραυστον ἐξήγαγεν εἰς τὸν βίον, ἵνα μὴ πάλιν τῆς φθορᾶς ἔξωθεν ἐπικλυσθεὶς ῥεύμασιν τηκεδόνα γεννήσας διαπέσῃ. — καὶ ἐν τῇ περὶ τῆς ἀνευρέσως δὲ τοῦ προβάτου φαίνεται <τὰ αὐτὰ> διδάσκων ὁ κύριός μου παραβολῇ, ἒνθα φησὶ ρπὸς τοὺς παρεστηκότας· »τίς ἐστιν ἐξ ὑμῶν ἂνθρωπος, ὃς ἒχει ἑκατὸν πρόβατα, κἂν ἀπολέσῃ ἓν ἐξ αὐτῶν, οὐκ ἀφίησι τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τοῖς ὄρεσι, καὶ πορευθεὶς ἐπὶ τὸ ἀπολωλὸς ζητεῖ αὐτὸ ἓως εὓρῃ; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ, καὶ ἐλθὼν εἰς οἶκον τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων· συχάρητέ μοι. ὅτι εὑρέθη πρόβατόν μου τὸ ἀπολωλός.«

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
