# Symposium Sive Convivium Decem Virginum 5-5

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος έ. Θάλλουσα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/5-5

Πειράσομαι γὰρ καὶ τὰ ἑξῆς ὑμῖν τούτων, ὠ παρθένοι, φράσαι τῶν διατάξεων, ἐπειδήπερ τῶν σφετέρων ἐξήρτηται καὶ αὐτὰ κατορθωμάτων, θεσμοὶ περὶ παρθενίας ὄντα καὶ χρησμοὶ διδάσκοντες ὧν ἀπέχεσθαι προσήκει καὶ ἀναγωγὸν εἶναι τὴν παρθένον. γὰρ οὕτως· καὶ ἐλάλησε κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνὴρ ἢ γυνή, ὅς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνισθῆναι κυρίῳ , ἀπὸ σίκερα καὶ οἴνου ἁγνισθήσεται, καὶ ὄζος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα καὶ καὶ κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται, καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδας οὐ φάγεται πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ«, ὅπερ ἐστίν· ἀπὸ τοῦ φυτοῦ τῆς πονηρίας τῶν γεννωμένων ὁ κατεγγυήσας ἑαυτὸν τῷ καὶ ἀναθεὶς οὐ δρέψεται διὰ τὸ παρεκτικὸν ἀεὶ μέθης αὐτὸ xai ἐκστάσεως πεφυκέναι. δύο γὰρ ἀμπέλων διαφορὰς ἐκ τῶν γραφῶν ᾐσθήμεθα, αἳ χωρὶς ἀλλήλων γεγονέτην ἀνομοίως τε ἐχέτην. ἡ γὰρ ἀθανασίας τε καὶ δικαιοσύνης ἐστὶ παρεκτική, ἡ δὲ μανίας αὐ καὶ παραφοσύνης. ἄμπελος μὲν γὰρ νηφάλιος καὶ εὐφραντική, κλημάτων δίκην ἐκ τῶν μαθημάτων τοὺς βότρυς ἱλαρῶς ἀπαιωροῦσα τῶν χαρισμάτων καταστάζοντας ἀγάπην, ὁ κύριος ἡμῶν ἐστιν Ἰησοῦς ὁ λέγων διαρρήδην τοῖς ἀποστόλοις »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα· ὁ δὲ πατήρ μου ὁ γεωργός«. ἀγρία δὲ κοὶ θανατηφόρος ὁ διάβολος, λύσσαν καὶ ἰὸν καὶ ὀργὴν ἀποστάζων, ὤσπερ δὴ καὶ Μωυσῆς ὑφηγεῖταιδιαγράφων περὶ αὐτοῦ· »ἐκγὰρ ἀμπέλου Σοδόμων« φησίν ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς βότρυς πικρίας αὐτῶν. θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος‘. ἐκ ταύτης τρυγήσαντες οἱ Σοδόμων οἰκήτορες εἰς ἄκαρπον ἀρρένων ὄρεξιν οἰστρηλατήθησαν τραπῆναι »παρὰ φύσιν«. ἐντεῦτεν οἱ ἐπὶ Νῶε κραιπαλήσαντες εἰς ἀπιστίαν κατώλισθον καὶ ὑποβρύχιοι κατεποντώθησαν κατακλυσμῷ, ἐντεῦθεν ἀρυσάμενος ὁ Κάἵν τὰς μισαδέλφους ἐφοίνιξε χεῖρας καὶ ἔχρανε πρῶτος τὴν γῆν λύθρῳ συγγενικῷ, ἐντεῦθεν μεθυσκόμενα τὰ ἔθνη θήγουσιν ἑαυτῶν εἰς ἀλληλοφόνους μάχας τοὺς θυμούς. οὕτως γὰρ οὐκ ἐξίσταται ἄνθρωπος ἀπὸ οἴνου καὶ παραπαίει, ὤσπερ ἀπὸ ζήλου καὶ ὀργῆς· οὕτως οὐ μεθύσκεταί τις ἀπὸ οἴνου καὶ παραφρονεῖ, ὡς ἀπὸ λύπης, ὡς ἀπὸ ἔρωτος, ojg ἀπὸ ἀκρασίας. ἀπὸ ταύτης προστέτακται τῆς μὴ γεύσασθαι ἀμπέλου μὴ γεύσασθαι τὴν παρθένον, ἴνα νηφάλιος ἄὔπονς ἀπὸ μερίμνηγς βιωτικῆς ἔκλαμπρον τὴν λαμπάδα τοῦ τῆς δικαιοσύνης ἐξάπτῃ τῷ λόπῳ. »προσέχετε« γάρ φησιν ὁ κύριος μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ ἐπιστῇ ἐφ' ὑμᾶς ἡ ἡμέρα ἐκείνη ὠς παγίς«.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
