# Symposium Sive Convivium Decem Virginum 5-9

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος θ΄. Τυσιανή.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/5-9

Διὰ τοῦτο πάντων μάλιστα τοὺς τῶν ἀγώνων ἐφιεμένους καὶ μεγάλῃ φρονήσει χρωμένους τὴν ἁγνείαν ἀμελλητί φημι εῖν καὶ τιμᾶν ὡς ὠφελιμωτάτην καὶ ἐπίδοξον. ἐν γὰρ τῇ καινῇ καὶ ἀλύπῳ κτίσει, ὅς ἂν ἁγνείας μὴ εὑρεθῇ κλάδοις κέκοσμημένος, οὐ τεύξεται τῆς ἀναπαύσεως, μὴ πληρώσας τὴν ἐντολὴν τοῦ θεοῦ κατὰ τὸν νόμον, οὐδὲ εἰς τὴν γῆν ἐπιδημήσει τῆς ἀπαγγελίας, μὴ ἑορτάσας πρῶτον τὰς σκηνάς. οἱ γὰρ ἑορτάσαντας μόνοι τὴν σκηνοπηγίαν εἰς τὴν ἁγίαν καταίρουσαι γῆν, ἀπάραντες ἀπὸ τῶν καλουμένων σκηνῶν ἔστ' ἂν εἰς τὸν νεὼν φθάσωσιν ἐλθεῖν καὶ τὴν πόλιν τοῦ θεοῦ, εἰς τὴν μείζονα καὶ ἐνδοξοτέραν προκόψαντες χαράν, καθὼς καὶ οἱ τύποι συνιστᾶσιν οἱ γεγονότες ἐπὶ Ἰουδαίων. ὥσπερ γὰρ ἐξελθόντες τῶν ὅρων ἐκείνων τῆς Αἰγύπτου ὥδευσαν πρῶτον καὶ ἦλθον εἰς τὰς σκηνὰς κἀκεῖθεν ἀπάραντες πάλιν ἦλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, οὕτω δὴ καὶ ἡμεῖς. ὁδεύσασα γὰρ ἐντεῦθεν καὶ ἐξελθοῦσα κἀγὼ τῆς Αἰγύπτου τούτου τοῦ βίου, ἔρχομαι πρῶτον εἰς τὴν ἀνάστασιν, τὴν ἀληθινὴν σκηνοπηγίαν , κἀκεῖ τοῖς καρποῖς τῆς ἀρετῆς πήξασα τὴν σκηνήν μου κεκοσμημένην, τῇ πρώτῃ τῆς ἑορτῆς ἀναστάσεως ἡμέρᾳ τῇ κρίσει, συνεορτάζω τῷ Χριστῶ̣ τὴν χιλιονταετηρίδα τῆς άναπαύσεως, τὰς ἑπτὰ καλουμένας ἡμέρας, τὰ σάββατα τὰ ἀληθινά. εἶτα αὐθις ἑπομένη τῷ διεληλυθότι τοὺς οὐρανοὺς« Ἰησοῦ ἔρχομαι πάλιν καθάπερ κἀκεῖνοι μετὰ τὴν ἀνάπαυσιν τῆς σκηνοπηγίας εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τοὺς οὐρανούς, ἐν σκηναῖς μὴ ἀπομείνασα, τουτέστι τοῦ σκηνώματός μου μὴ ἀπομείναντος τοιούτου, ἀλλὰ μετὰ τὴν χιλιονταετηρίδα μεταβληθέντος ἀπὸ τοῦ σχήματος τοῦ ἀνθρωπίνου καὶ τῆς φθορᾶς εἰς ἀγγελικὸν μέγεθος καὶ κάλλος· ἔνθα λοιπὸν ἀπὸ τοῦ θαυμαστοῦ τῆς σκηνῆς, ὦ παρθένοι, τόπου μετὰ τὸ συμπερασθῆ- ναι τὴν ἑορτὴν τῆς ἀναστάσεως εἰς τὰ μείζω καὶ κρείττω διερχόμεθα, εἰς τὸν οἶκον αὐτὸν ἀναβαίνουσαι τὸν ὑπὲρ τοὺς οὐρανούς »τοῦ θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος«, καθώς φησιν ὁ ψαλμῳδός. Τούτῳ κἀγώ, ὦ Ἀρετή, κατὰ τὴν ἐμαυτῆς, δέσποινα, δύναμιν δωροῦμαί σε τῷ πέπλῳ. ΒΥΒΟΥΛ. Λίαν ἀγωνιῶ, ὦ Γρηγόριον, κατ' ἐμαυτὴν ἐννοουμένη έν ὁποίῳ θορύβῳ νῦν ἄρα ἡ Δομνίνα ἦν, ταρασσομένης αὐτῇ τῆς καρδίας καὶ φοβουμένης μὴ ἀπορήσῃ λόγων καὶ ἐνδεέστερόν τι τῶν ἄλλων παρθένων ἀποφθέγξηται, τοσούτων ἤδη ῥηθέντων εἰς τὸ προκείμενον καὶ ποικίλων. εἰ οὐν εὔδηλος ἐγένετο κεκινημένη, φέρε καὶ τοῦτο περαίωσον· θαυμάζω γὰρ εἴ τι ἔσχεν εἰπεῖν τελευταῖα κεκληρωμένη. ΓΡΗΓΟΡ. Τεταράχθαι μὲν αὐτήν, ὠ Εὐβούλιον, καὶ σφόδρα, ἔφη μοι ἡ Θεοπάτρα, οὐ μὴν ἠπορηκέναι λόγων. μετὰ <δὲ> τὸ τὴν Τυᾶιανὴν ἡ Ἀρετὴ τὸν ὀφθαλμὸν εἰς αὐτὴν ἐπιβαλοῦσα , Δεῦρο δὴ καὶ σὺ θύγατερ, ἔφη, τὸν λόγον ἀπόδος, ἴνα πληρώσωμεν ἐντελῆ την ευωχιαν.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
