# Symposium Sive Convivium Decem Virginum 6-4

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος έ. Θάλλουσα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/6-4

Οὐ μόνον δὲ τῶν ἐκ τῆς ἀμπέλου κατεργαζομένων ἐκείνης προστέτακται μηδαμῶς κατὰ μηδένα τρόπον προσψαύειν τὴν παρθένον, ἀλλὰ καὶ τῶν ἀντιμίμων αὐτῆς καὶ παραπλησίων· σίκερα γὰρ πᾶς ὁ σκευαστὸς οἶνος καλεῖται καὶ νόθος, κἄν τε ἐκ τῶν φοινίκων καὶ ἐκ τῶν ἄλλων ἀκροδρύων σκευαζόμενος ᾐ. ἐπιστομίζουσι γὰρ ὄν τρόπον αἱ ἐξ οἴνου προποσίαι καὶ ταῦτα σφοδρῶς τὸν λογισμόν. καὶ εἰ χρὴ φάναι λόγῳ πρὸς ὑμᾶς ἀληθεῖ, πᾶν τὸ μέθην φέρον καὶ ἔκστασιν τῇ ψυχῇ μετὰ τὸν οιἶνον τὸν ἐξ ἀμπέλου σίκερα κικλήσκουσιν οἱ σοφοί. ὄπως οὐν δὴ μὴ μόνον τῶν γενικῶν ἁμαρτημάτων φυλασσομένη τῆς πονηρίας ὑπὸ τῶν ἀντιμίμων αὐτῆς χραίνηται καὶ ἀντιρρόπων, ἐτέρων μὲν κρατοῦσα, ὑφ’ ἑτέρων δὲ κρατουμένην, τουτέστιν ἱματίων διαφερόντων ὑφαῖς ἁβρυνομένη ἢ καὶ λίθοις καὶ χρυσῷ καὶ πλεονεξίᾳ καὶ τοῖς ἄλλοις τοῖς περὶ τὸ σῶμα καλλωπισμοῖς, ἃ δὴ καὶ αὐτὰ μεθύσκει τὴν ψυχήν· διὰ τοῦτο ταῦτα νομοθετεῖ, μὴ εἰς γυναικισμοὺς ἐκχέηται καὶ γέλωτας καὶ ἀπάτας ἀνασοβουμένη καὶ μωρολογίας, ἄ περιδινοῦσι καὶ κυκῶσι τὸν λογισμόν· ὥσπερ καὶ ἐν ἑτέροις ἐμήνυσεν, οὐ φάγεσθε τὴν ὕαιναν« εἰπών »καὶ τὰ ὅμοια αὐτῇ, καὶ τὴν γαλῆν καὶ τὰ ὅμοια <αὐτῇ>« αὕτη γὰρ ὀρθὴ πρὸς οὐρανὸν καὶ σύντομος ὸδοιπορία, τὸ μὴ μόνον ἐμπόδιον ἐφέλκεσθαί τι τῶν ἐκτραχηλιζόντων τὸν ἄνθρωπον ἐπτοημένον περὶ τὰς ἡδυπαθείας καὶ τέρψεις, ἀλλὰ καὶ τῶν ἀντιμίμων αὐτοῖς· καὶ γὰρ θυσιαστήριον ἀναίμακτον εἶναι παρεδόδη θεοῦ τὸ ἄθροισμα τῶν ἁγνῶν. οὔτως μέγα τι χρῆμα καὶ ἔνδοξον ἡ παρθενία φαίνεται. διὸ δὴ ἄχραντον αὐτὴν καὶ καθαρὰν πάντῃ φυλακτέον, μηδὲν κοινωνοῦσαν ταῖς σαρκὸς ἀκαθαρσίαις, ἀλλ’ ἔσω κατὰ πρόσωπον τοῦ μαρτυρίου« σοφίᾳ κεχρυσωμένην εἰς τὰ ἄγια τῶν ἁγίων ἱδρύσθαι, τὴν εὐωδίαν τῆς άγάπης ἀναθυμιῶσαν κυρίῳ. »ποιήσεις« γάρ »μοι«, φησί, μετὰ τὸ θυσιαστήριον τὸ περικεχαλκωμένον (εἰς ὃ τὰ ὁλοκαυτώματα ἀνεκομίζοντο καὶ αἱ προσφοραί) ἄλλο »θυσιαστήριον ἐξ ἀσήπτων ξύλων., καὶ καταχρυσώσεις αὐτὸ χρυσίῳ‘, »καὶ δώσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου« κατὰ »πρόσωπον τοῦ ἱλαστηρίου«, ὄ ἐστιν » τῶν μαρτυρίων«, »ἐν οἶς γνωσθήσομαί σοι ἐκεῖ. καὶ θυμιάσει ἐπ’ αὐτοῦ Ἀαρὼν θυμίαμα κυρίῳ] ἀρωμάτων ἐν πρωί, ὄτε ἀγαθύνῃ τοὺς λύχνους· θυμιάσει ἐπ’ αὐτοῦ θυμίαμα διαπαντὸς ἔναντι κυρίου εἰς τὰς γενεὰς ὑμῶν. οὐκ ἀνοίσεται ἐπ’ αὐτοῦ θυμίαμα ἀλλότριον καὶ ὁλοκαύτωμα· θυσίαν καὶ σπονδὴν οὐ σπείσεται ἐπ’ αὐτοῦ. «

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
