# Symposium Sive Convivium Decem Virginum 7-5

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος η΄. Θέκλα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/7-5

Ἐὰν δέ τις (οὐδὲν γὰρ χαλεπὸν ἔτι διαρρήδην εἰπεῖν) ἀγανακτήσας φράσῃ πρὸς τὰ εἰρημένα, Καὶ πῶς ὑμῖν ἡ ἐξήγησις ἔτι, ὠ παρθένοι, γίνεται κατὰ νοῦν τῆς γραφῆς, ὁπότε ἡ μὲν Ἀποκάλυψις ἄρσενα τὴν ἐκκλησίαν διορίζεται γειννᾶν, ὑμεῖς δὲ ἐπὶ τῶν ἀπολουομένων παρειλήφατε τὰς τελεσφόρους ὠδῖνας αὐτῆς πληροῦσθαι λουομένας; λέξομεν, Ἀλλ', ὦ φιλαίτιε, ἀλλ’ οὐδέ σοι πάρεστιν ἀποδεῖξαι τὸν Χριστὸν αὐτὸν εἶναι τὸν γεννώμενον· πάλαι γὰρ πρὸ τῆς Ἀποκαλύψεως ἐπεπλήρωτο τὸ μυστήριον τῆς ἐνανθρωπήσεως τοῦ λόγου, ὁ δὲ Ἰωάννης περὶ παρόντων καὶ μελλόντων θεσμῳδεῖ. ὁ δὲ Χριστὸς πάλαι κυηθεὶς οὐχ ἡρπάσθη ὁπότε ἔτέχθη πρὸς τὸν θρόνον τοῦ θεοῦ, φόβῳ τοῦ μὴ λυμήνασθαι αὐτὸν τὸν ὄφιν· ἀλλὰ διὰ τοῦτο ἐγεννήθη καὶ κατῆλθεν αὐτὸς ἀπὸ τῶν θρόνων τοῦ πατρός. ἵνα τὸν δράκοντα χειρώσηται μείνας παοστρέχοντα τῇ σαρκί. ὥστε ἀνάγκη ὁμολογεῖν δὴ καὶ δὲ τὴν ἐκκλησίαν εἶναι τὴν ὠδίνουσαν καὶ γεννῶσαν τοὺς ἀπολυτρουμένους , ὥς που καὶ ἐν Ἡσαΐᾳ τὸ πνεῦμά φησι πρὶν τὴν ὠδίνουσαν τεκεῖν καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. τίς ἤκουσε τοιοῦτο; καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ, εἰ δὲ καὶ τέκοι ἔθνος εἰσάπαξ, ὅτι ὠδίνησε Σιὼν καὶ ἔτεκεν ἄρσενα«. τίνα ἐξέφυγεν ἢ πάντως τὸν δράκοντα, ἵνα γεννήσῃ τὸν λαὸν ἡ νοητὴ Σιὼν τὸν ἄρσενα, τὸν τῶν γυναικείων παθῶν καὶ τῆς ἐκλύσεως εἰς τὴν ἑνότητα τοῦ κυρίου κατντήσαντα καὶ ἀπαρσενωθέντα τῇ σπουδῇ;

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
