# Symposium Sive Convivium Decem Virginum 8

Methodius, Symposium Sive Convivium Decem Virginum, Λόγος έ. Θάλλουσα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/methodius/symposium-sive-convivium-decem-virginum/8

Ἰουδαῖοι μὲν γὰρ τὰ ἡμέτερα προανεφώνησαν, ἡμεῖς Τε τὰ οὐράνια προαγγέλλομεν, ἐπειδήπερ ἡ μὲν σκηνὴ σύμβολον ἠν τῆς ἐκκλησίας, ἡ δὲ ἐκκλησία τῶν οὐρανῶν. διὸ τούτων οὔτως ἐχόντων καὶ τῆς σκηνῆς ἐν τύπῳ τῆς ἐκκλησίας, ὡς ἔφην, λαμβανομένης χρὴ καὶ τὰ θυσιαστήρια σύνθημά τι τῶν κατὰ τὴν ἐκκλησίαν πραγμάτων φέρειν , καὶ τὸ μὲν περικεχαλκωμένον ἀπεικάζεσθαι τῇ γερουσίᾳ καὶ τῷ περιβόλῳ τῶν χηρῶν (θεοῦ γάρ εἰσιν ἔμψυχος βωμός, ἀνακομίζοντες τοὺς μόσχους καὶ τὰς δεκάτας καὶ τὰ ἑκούσια θυσίας τελοῦμεν κυρίῳ), τὸ δὲ περίχρυσον θυσιαστήριον ενδον ἐν τοῖς ἁγίοις τῶν ἁγίων ἀνακείμενον κατὰ πρόσωπον τοῦ μαρτυρίου. εἰς ὃ θυσίαν καὶ σπονδὴν ἀναφέρεσθαι, ταῖς ἐν παρθενίᾳ παραβλητέον, τῷ ἀκηράτῳ χρυσῷ τὰ ἄσηπτα συνουσίας σώματα κατησφαλισμέναις. δύο γὰρ ἄ εἰς ἔπαινον θρυλλοῦνται χρυσοῦ,. ὅτι τε ἰὸν οὐ παραδέχεται καὶ τὴν χροιὰν ταῖς ὴλίου μετρίως παραπλησιάζειν φαντάζεται βολαῖς· σύμβολον δὲ εἰκότως ἄρα τοῦτο τῆς ἁγνείας τῆς μὴ προσιεμένης ἐστὶ κηλῖδα καὶ σπῖλον, ἀλλὰ τῷ φωτὶ καταστραπτομένης ἀεὶ τοῦ λόγου. διὸ καὶ ἔνδον εἰς τὰ ἄγια τῶν ἀγίων ἕστηκε πλησιέστερον καὶ ἔμπροσθεν τοῦ πετάσματος, ἀχράντοις χερσὶ θυμιαμάτων δίκην τὰς προσευχὰς ἀναπέμπουσα κυρίῳ , δεκτὰς εἰς »ὀσμὴν εὐωδίας«. καθὼς καὶ Ἰωάννης ἐμήνυσε, τὰ θυμιάματα τὰ ἐν ταῖς φιάλαις τῶν κἰκοσιτεσσάρων πρεσβυτέρων προσευχὰς ἁγίων εἶναι φράσας. Ταῦτά σοι ὡς ἐκ τοῦ παραχρῆμα κἀγὼ κατὰ δύναμιν ὑπὲρ ἁγνείας, ὦ Ἀρετή, συμβάλλομαι.

---

Methodius, Symposium Sive Convivium Decem Virginum, ed. D.G. Nathanael Bonwetsch. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2959.tlg001.local001/.
