# Poema 001

Michael Critobulus, Poema, Edition urn:cts:greekLit:tlg3147.tlg002.local001. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-critobulus-hist/poema/001

στίχοι Κριτοπούλου Μιχαὴλ τοῦ Ἰμβρίου ὅστις ἔρωτα θεοῦ ἔσχεν εὐφρόνως καὶ πῦρ ἀνῆψεν ἀγάπης ἐν καρδίᾳ ἁλοὺς ὅλος γε τῷ πόθῳ τοῦ δεσπότου καὶ κατοχὴν δὲ ἐμπνευσθεὶς θειοτέραν τὸν ἄνδρα τοῦτον ἐκτόπως θαυμαζέτω, τὸν θεῖον ὄντως καὶ σεπτὸν Αὐγουστῖνον, τοῦ διακαοῦς ἔρωτος καὶ τοῦ πάθους καὶ τῆς ἐνθέου κατοχῆς τε καὶ ξένης. ὅλην γὰρ ἐξέχεε τὴν ψυχὴν ὅδε πρὸς τὸν ἔρωτα τοῦ θεοῦ τε καὶ πλάστου ἔκφρων γεγονώς, ὅλος ἠλλοιωμένος τὴν θείαν ὄντως ἀλλοίωσιν καὶ ξένην. τὸ δὲ βιβλίον συνεχῶς ἐπιέτω ἀεὶ μελετῶν καὶ προσλαλῶν τῷ κτίστῃ καὶ φῶς νοερὸν εἰσάγων ἐν καρδίᾳ· ὁδὸς γάρ ἐστι τοῦτο τῆς μετανοίας καὶ θύρα ζωῆς πρὸς σωτηρίαν ἄγον.

---

Michael Critobulus Hist., Poema. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3147.tlg002.local001/.
