# Annales 100

Michael Glycas, Annales, 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/100
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/100

ἀλλὰ καὶ συριγμῷ τοὺς ἀκούοντας. ὙπόἘανθας δὲ ὁ τοιοῦτος ὄφις ἐστὶν, ὥσπερ φησὶ Γαληνὸς, ἔχων ἐν τῇ κεφαλῇ ἐπαναστήματα τρία. Σὺν σῶ τοιούτῳ δὲ καὶ ἑτέρων ὄφεων μέμνηται λέγων, «Ἡ δρύινος ὄφις πάνυ κακίστη, ἡ καὶ ἐν δρυσὶ ν θίον ποιουμένη. Ταύτης εἴ ποτέ τι καὶ ἐπιβαίη, τοὺς πόδας εὐθὺς ἐκδέρεται καὶ ὀγκοῦται. Ἀλλὰ καὶ ὁ θεραπεῦσαι τούτους θελήσας ὁμοίως πάσχει. τὰς χεῖρας. Ὁ δέ γε αἱμόῤῥους καὶ ἡ αἱμοῤῥοΐς τοῖς ἑαυτῶν ὀνόμασιν ὁμοίαν ποιοῦνται τὴν τῶν ἀνθρώπων διαφθοράν· αἱμοῤῥοοῦντες γὰρ διά τε μυκτήρων καὶ στόματος καὶ παντὸς ἀπλῶς τοῦ σώματος οὕτως ἀπόλλυνται, ὥσπερ καὶ ὑπὸ τῆς διψάδος δηχθέντες ὑπὸ τοῦ καύσου διαφθειρόμενοι κακῶς· καὶ γὰρ οὗτοι διψῶντες πάνυ καὶ διακαιόμενοι, ἔτι καὶ διαῤῥηγνύμενοι, τελευτῶσιν. Ὁ δὲ ἀκοντίας ἐκτείνας ἑαυτὸν πάνυ, καὶ ὥσπερ τι ἀκόντιον ἐφαλλόμενος τοῖς σώμασιν. οὕτως ἀναιρεῖ. Καὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυάς ἀναστείλασα τὸν τράχηλον καὶ συμμετρησαμένη τοῦ διαστήματος τὸ μῆκος, ὥσπερ καὶ τότε λογικὸν γενόμενον τὸ θηρίον, εὐστόχως ἐμπτύει τοῖς σώμασιν ἰόν. Τριπλοῦν δὲ λέγουσιν εἰναι τὸ εἶδος τῶν ἀσπίδων, ἡ λεγομένη τε χερσαία, ἡ χελιδοναία, καὶ αὕτη ἡ πτυάς. Τούτων ἑνὶ τῶν τριῶν τὴν βασιλίδα Κλεοπάτραν ἀναιρεθῆναί φασι, λαθεῖν βουληθεῖσαν τοὺς φυλάσσοντας, ταχέως τε καὶ ἀνυπόπτως ἀποθανεῖν. Ὁ γὰρ Αὔγουστος Καῖσαρ νενίκηκε ταύτην, καὶ βουληθεὶς Ἀντωνίῳ παραδοῦναι αὐτῇ, πρὸς δὲ καὶ θριαμβευθῆναι, οὐ καλὸν αὐτῇ προὐξένησε μόρον Συνεῖσα γὰρ ἐκείνη τὸ δρᾶμα, κἀντεῦθεν ἐξ ἀνθρώπων γενέσθαι δίκαιον κρίνασα, διά τινων δύο γυναικῶν αὐτῆς, Ναείρας καὶ Χαρμιόνης, τὸν ἑαυτῆς θανατον μελετᾷ. Διὰ γοῦν καλαθίσκου τινὸς σῦκα καὶ σταφυλὰς ἔχοντος, χάριν τοῦ λαθεῖν τοὺς αὐτὴν φυλάσσοντας, εἰσάγεται τὸ θηρίον· καὶ πρῶτα μὲν αὐτὸ ταῖς γυναιξὶ δοκιμάζει, εἶτα γνοῦσα ὡς ὀξὺ τὸ θηρίον εἰς ἀναίρεσιν, θέλουσα δὲ καὶ εὐγενῶς ἀποθανεῖν, τὴν βασιλικὴν ἐνδύεται στολὴν, καὶ οὗτως τὸ θηρίον προσβαλοῦσα τῷ ἀριστερῷ μαζῷει γὰρ ἐκεῖσε νεύειν τὴν καρδίαν), βασιλικῶς ἀποθνήσκει· καὶ γὰρ λέχουσιν αὐτῆς εὑρεθῆναι τὴν δεξιὰν χεῖρα ἐπικειμένην τῇ κεφαλῆ καὶ τὸ διάδημα κρατοῦσαν, ἵνα μέχρι τότε τοῖς ὁρῶσι βασιλὶς οὖσα βλέπηται. Τούτων μέντοι τῶν θηρίων ἐμνημόνευσεν ὁ Γαληνὸς, τὴν ἐξ ὅλου τοῦ σώματος αὐτῶν διδάσκων διαφθοράν, καὶ ὡς οὐ χρὴ τῷ φαρμάκῳ, τῇ θηριακῇ δηλονότι, τοιαῦτα παραμίγυσθαι. Ἐφ´ ᾧ τὰς ἐχίδνας παραλαμβάνομεν, σὺν τῷ οὐραίῳ τὰς κεφαλὰς ἀποτέμνοντες, ἐν οἷς ὁ κακίων χυμὸς, τουτέστιν αὐτὸς ὁ ἰός. Τὰς μέσας οὖν σάρκας ἐκβάλλοντες ἰσχυρότερον ποιοῦμεν τὸ φάρμακον. πἰ δὲ καὶ ὅθεν ἐπενοήθη τῶν ἐχιδναίων σαρκῶν ἡ ἐπίμιξις ἐθέλεις μαθεῖν, ὁ παρὰ πᾶσι σχεδὸν φερόκενος λόγος καὶ τοῦτο ἤδη διδάξει σέ. Λέγεται κὰρ τι κατὰ τὴν πρεσβυτέραν Τώμην ὥρᾳ θέρους ἄνδρες

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
