# Annales 102

Michael Glycas, Annales, 102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/102
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/102

γρους ἐπιζητεῖ καὶ ἐπὶ λίμνας καταφεύγει· οἶδε γὰρ ὅτι διὰ τὴν ἐνοῦσαν αὐτῷ ξηρότητα καὶ ἀπὸ διαστήΚματος τῷ κεραυνίῳ πυρὶ καταφλέγεται. Ἔνθα ποῖ τύχοι λοιπὸν ὁ δράκων συρίττων καὶ διιὼν, ἐπειδὰν ὕπὸ τοῦ πυρὸς ἐλαύνεται, τότε δὴ τὰ παρακείμενα μέρη συγκαταφλέγεται. Πολλάκις γὰρ καὶ δοάκον. τος ἄτερ ἦχοί τινες ἐξακούονται ἄσημοι, τοῦ πυρὸς ἄνωθεν καταῤῥηγνυμένου καὶ σώμασι τοιοῖσδε ἢ τοιοῖσδε προσπίπτοντος. Ὅσοι δέ φασι τῶν ἐντετυχηκότων ταῖς τοιαύταις καύσεσιν ὅτι τεθέανται χοῖρον γρυλλίζοντα ἢ μηκάζον αἰπόλιον ἢ βοῦν μυκώμενον, ἐαυτῶν τε καὶ τῶν ἀκροατῶν καταψεύδονται· οὐδὲν γὰρ τεθέανται, ἀλλ´ ὁ φόβος αὐτοῖς τὰς τοιάσδε μορφώσεις εἰδωλοποίησεν. Εἰ δ´ ἴσως καὶ βάσκαωος δαίμων τὸ σῶμα τοῦ δράκοντος ἐνδυσάμενος εἰς ἐκεῖνα τῶν μερῶν ἄγει τὸν θῆρα ὑπὸ τοῦ πυρὸς ὥσπερ διωκόμενον, οἷς δὴ βασκαίνειν ἐξ ἀρχῆς εἴω.Θεν, οὐδ´ οὗτος ὁ λόγος ἀπόβλητος. Ἀρχαῖον γὰρ αὐτῷ ἐνδιαίτημα τὸ τοιοῦτον γένος, ἡνίκα καὶ μᾶλλον ἡμᾶς ἐξορίστους δι´ αὐτοῦ τοῦ παραδείσου σε. ποίηκεν, ὅθεν καινὸν οὐδὲν, εἴγε καὶ τῆς γῆς ταύτης ἀπώσασθαι φιλονεικεῖ διὰ φθόνον ἡμᾶς. Καὶ περὶ μὲν τούτων οὕτως. Εἰ δὲ τὴν αἰτίαν ἐπιζητεῖς δι´ ἣν αἴλουροι καὶ νυκτερίδες νύκτα καὶ μόνην ἀκριβῶς ὁρῶσιν, αὕτη ἐστί. Τὸ ὀπτικὸν πνεῦμα πάντως λεπτότατον ἔχουσιν. Ἐν τῇ νυκτὶ πρὸς τὴν τῶν ὁρατῶν ἀντίληψιν ἐπιτήδειον γίνεται· κατὰ γὰρ τὴν ἡμέραν ὡς λεπτότατον διαφορεῖται. τε καὶ σκεδάννυται. Τοῦτο δὲ καὶ ἐν ἄλλοις ἔστιν ἐδεῖν καὶ ἐν αὐτοῖς τοῖς λέουσιν. Ἔνθεν τοι καὶ τὰς ἡλιακὰς μαρμαρυγὰς οἱ λέοντες φεύγοντες δι´ ὅλης ἡμέρας καὶ ἄκοντες κρύπτονται· εἰ μὴ γὰρ τοῦτο ἦν, τάχα ἂν ἀκωλύτως ἐν ἡμέρᾳ περιπατοῦντες οὐ μικρῶς ἔβλαπτον τοὺς αὐτοῖς ἐντυγχάνοντας. ΓΤiνωσκε καὶ τοῦτο, ὅτι ὁ λέων διωκόμενος συστέλλει τὰ ἵχνη αὐτοῦ. Οὕτω ὁ Κύριος κατερκόμενος ἐπὶ τῆς γῆς τὸν τῆς παρουσίας καιρὸν πάντη συνέστειλε διὰ τὸν διάβολον πάλαι τὰς παρθένους ἐπιτηροῦντα. Ὁ τοῦ λέοντος σκύμνος νεκρὸς μὲν γεννᾶται, ἐμφυσώμενος δὲ παρὰ τοῦ πατρὸς αὐτοῦ ζωογονεῖται. Οὔτω καὶ ὁ Θεὸς πρῶτα μὲν ἐπὶ τῷ Ἀδὰμ ἐποίησεν, ὕστερον δὲ καὶ ἐπ´ αὐτῷ τῷ Υἱῷ αὐτοῦ δι´ ἡμᾶς νεκρωθέντι ποιεῖ. Ὅθεν καὶ ὁ Ἰακὼβ ἔλεγεν· «Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡσεὶ σκύμνος· τίς ἐγερεῖ αὐτόν;» Εἰ δὲ καὶ λέων καὶ σκύμνος ὁ αὐτὸς λέγεται, οὐ καινόν· ἦν γὰρ καὶ βασιλεὺς ὁ Χριστὸς καὶ βασιλέως υἱός. Ο λύκος φοβεῖται τὸ φυτὸν τὴν σκίλλαν. Τοῦτο εἰδυῖα ἡ ἀλώπηξ παρὰ τῷ τοιούτῳ ὑπνώττει φυτῷ, εἴ ποτε τοῦ φωλεοῦ αὐτῆς ἔξω τύχῃ διατρίβουσα, Ινα μὴ ὑπὸ λύκων βρωθῇ. Εἰ δὲ ἡ ἀλώπηξ οὕτω

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
