# Annales 109

Michael Glycas, Annales, 109. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/109
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/109

καὶ τὰς ψυχὰς παρήγαγε, τὸν δὲ ἄνθρωπον πλάττων πρῶτον κατασκευάζει τὸ σῶμα ὡς ὄργανον, καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν· οὐ γὰρ θέλει τὴν ψυχὴν παρεῖναι τῇ δημιουργίᾳ, ἵνα μὴ καυχήσηται ώς συνεργὸς τοῦ Θεοῦ.» Πρόσεχε οὗν. Ἐνεφύσησε γάρ φησι· τουτέστι τὸ σῶμα τοῦτο τὸ ἀπὸ τοῦ χοὸς ἠβουλήθη καὶ προσέταξε ζωτικὴν ἔχειν δύναμιν, ἥτις ἐγένετο τὸ ζῶον εἰς ψυχὴν ζῶσαν, ἤγουν ἐνεργοῦσαν καὶ τὴν αὐτὴν τέχνην δεικνύουσαν διὰ τῆς τῶν μελῶν κινήσεως. Οὐκοῦν, ἀγαπητέ, συγκατα. βάσεως ταῦτα τὰ ῥήματα, ὥσπερ οὖν καὶ τὸ «ποιήσωμεν ἄνθρωπον.» Μὴ γὰρ βουληθεὶς ὁ Θεὸς δεῖται καὶ σκέύεως, ἀλλὰ τῷ προσχήματι τοῦ ῥήματος ἐνδείξασθαι βούλεται ἡμῖν τὴν ὑπερβάλλουσαν τιμὴν, ἧς ἀξιοῦται παρ´ αὐτοῦ ὁ πλαστουργούμενος. Ποιεῖ ταίνυν τὸν ἄνθρωπον κατὰ τὴν νεκρὰν εἰκόνα,. ὡς ὁ χρυσοῤῥήμων φησίν. Ἔκειτο γὰρ τὸ σῶμα τηνικαῦτα νεκρὸν, τοῦ κινοῦντος αὐτὸ δεόμενον Ἔπειτά φησι, «Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς.» Ταῦτα μὲν οὗν ὁ θειότατος Ἰωάννης ἔλεγε καὶ λίαν εὐμεθόδως, ἐντρέπων τοὺς λέγοντας αὐτὸν ὅτι τὰ Ὡριγένους φρονεῖ. Ἀπὸ γὰρ τῶν διαληφθέντων ῥημάτων ἀνασπᾶν ἔοικε πρόῤῥιζον τὴν προθπαρξιν τῶν ψυχῶν, ἢν ὁ ματαιόφρων Ὠριγένης ἐδόξαζε. Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ἀλλ´ ἐνταῦθα τὸ ἐνεφύσησεν τινες ἀκούσαντες. καὶ μὴ λογισάμενοι τὴν τῶν λέξεων παχύτητα καὶ ὅτι δι´´ ἑτέρων ἕτερα παρίστησιν ἡ Γραφή, ἐνόμισαν τὴν ψυχὴν οὐσίας μετέχειν τῆς αὐτῆς τῷ Θεῷ. Ἀλλ´ ἐσφάλησαν τοῦ σκοποῦ. Εἰ γὰρ τοὺτο δώσωμεν, εὑρεθείη ἂν ὁ Θεὸς αὐτὸς ἑαυτὸν ἐν τῇ γεέννῃ κολάζων τοῦ πυρὸς, εἴ γε κατὰ τὸ ἱερὸν Γράμμα σὺν τῷ σώματι τὴν ψυχὴν ἐκεῖσε παραδίδωσιν αἰωνίως κολάζεσθαι· «Μὴ φοβηθῆτε» γὰρ, φησὶν, «ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ὑμῶν μὴ δυναμένων ἀποκτεῖναι, ἀλλὰ φοβήθητε τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἐν γεέννῃ ἀπολέσαι.» Τὸ μὲν οὖν ἐμφύσημα μὴ μεταβληθὲν εἰς ψυχὴν ἐδημιούργησε ψυχὴν, ὥσπερ οὖν καὶ ἡ χεὶρ γράφει μὲν γράμμα, οὐ μεταβάλλεται δὲ ὅμως εἰς γράμματα, ἀλλ´ ἡ μὲν χεὶρ μένει χεὶρ, τὰ δὲ γράμματα γράμματα Ὅρα λοιπὸν νουνεχῶς. Τὸ γὰρ ἐνεφύσησεν ἐν ταῦθα εἶπεν, ἵνα σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ δημιουργὸν ἀποδείξῃ τοῦ ἀνθρώπου καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Φησὶ γὰρ, «Καὶ εἶπεν ὁ Θεὸς ποιήσωαεν ἄνθρωπον.» Καὶ λαβὼν ὁξΘεὸς χοῦν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον. Τίς ὁ εἰπών; Ὁ Πατήρ. Καὶ τίς ὁ λαβών; Ὁ Υἱός. Ἵνα γοῦν μήὴ τὸ Πνεῦμα πὸ ἄνιον ἀλλότριον φαίνηται τῆς τοῦ ἀνθρώπου δημιουργίας, τὴν ἐνεφύσησε λέξιν καὶ πάνυ θαυμασίως παρείληφε, δι´ αὐτῆς ὑπεμφαίνων, ὡς εἴρηται, πὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὅτι τῆς τοῦ παναγίου Πνεύματος χάριτος, ὡς ὁ θειότατος φησὶ Κύριλλος, μέτοχος ὁ ἄνθρωπος τηνικαῦτα παρήγετο, κἂν ἡ παράβασις ὕστερον τὴν τοιαύτην ἠμαύρωσε δωρεὰν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
