# Annales 116

Michael Glycas, Annales, 116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/116
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/116

ἰνδάλματα θεοποιήσαντες τί οὐκ ἂν ἔδρασαν, εἰ τῶν ἀοράτων φύσεων τὴν γνῶσιν ἐδέξαντο· Τοῦ ἈΙωσέως λοιπὸν τὰ περὶ τούτων πάντη σιωπήσαντος ὁ προφήτης Δαβὶδ μετὰ χρόνους ὕστερον ἱκανοὺς μνήμην ποιεῖται τῆς δημιουργίας αὐτῶν, εἰ καὶ παροδευτικῶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν, καί φησιν· «Αὐτὸς εἶπεν, καὶ ἐγεννήθησαν· αὐτὸς Ἀνετείλατο, καὶ ἐκτίσθησαν.» Ὃ δέ γε θεοφάντωρ καὶ μέγας Διονύσιος πλατύτερον περὶ τῶν ἀοράτων διέξεισι φύσεων, ἅτε πρὸς αὐτοὺς ἐκείνους τὴν διδασκαλίαν ποιούμενος τοὺς τοιαῦτα δεδυνημένους χωρεῖν. Τήν τε γὰρ στάσιν αὐτῶν, τὴν τάξιν, τὴν γνῶσιν, τὸν φωτισμὸν, τὴν πρὸς ἀλλήλας διαφοράν καὶ τὴν ἑκάστῃ προσοῦσαν ἐνέργειαν θαυμασίως διείληφεν, ὃ τοὺς ἀγνοοῦντας ἐδίδαξεν. Περὶ τῶν ἀγγελικῶν ταγμάτων. Ἕτι δὲ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰδέναι σε βούλομαι, ὅτι τὰ τῶν ἄνω διακοσμήσεων τάγματα ἐννέα τυγχάνει τὸν ἀριθμὸν, ἃ καί εἰσι ταῦτα, Χερουβὶμ, Σεραφὶμ, Θρόνοι, Κυριότητες, Δυνάμεις, Ἑξουσίαι, Ἀρχαί, Ἀρχάγγελοι, Ἄγγελοι. Εἰ δὲ καὶ ἕτερα τάγματα ἐν οὐρανοῖς ἐστιν, περὶ ὤν ἐν τῷ μέλλοντι αἰῶνι καὶ ἀκοῦσαι καὶ μαθεῖν μέλλο μεν, ὁ μακάριος οἶδε Παῦλος οὕτως εἰπών· «Ἐκάθιεν ὁ Χριστὸς ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου μὴ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. » Τὰ μέντοι διαληφθέντα ἐννέα τάγματα εἰς τρεῖς ἀφορίζει διακοσμήσεις ὁ θεῖος Διονύσιος, καὶ πρώτην μὲν εἶναί φησι τὰ Σεραφὶμ, τὰ Χερουβὶμ καὶ τοὺς Θρόνους, ἀμέσως καὶ προσεχῶς παριστάμενα τῷ Θεῷ, δευτέραν δὲ τὴν τῶν Κυριοτήτων καὶ τῶν Δυνάμεων καὶ τῶν Ἐξουσιῶν, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν Ἀρχῶν καὶ Ἀρχαγγέλων καὶ Ἀγγέλων. Τὸ μέντοι ἐν αὐτοῖς ὕστατον τάγμα, ὡς προείρηται, ἰδίως ἄγγελοι καλεῖται ὡς τὰς θείας ἐκφαντορίας ἀγγέλλον τε καὶ διαβιβάζον πρὸς ἡμᾶς. Τῆς τοιαύτης δὲ ἀγγελικῆς ἐπωνυμίας καὶ πᾶσαι αὶ νοεραὶ φύσεις ἠξίωνται διὰ τὸ πρώτως αὐτοῖς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν, καὶ οὕτω δι´ αὐτῶν εἰς ἡμᾶς διαπορθμεύεσθαι τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας· καὶ ὁ νόμος γὰρ αὐτὸς δι´ ἀγγέλων ἡμῖν ἐδωρήθη, καὶ τοὺς κλεινοὺς καὶ πρὸ νόμου καὶ μετὰ νόμον Πατέρας ἄγγελοι πρὸς τὸ θεῖον ἀνῆγον· καὶ γὰρ διὰ τὸν πρῶτον τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγονται. Οὐ μόνον δὲ αἱ περὶ ἡμᾶς νοεραὶ φύσεις, εἰσὶν, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ὁμοταγέσιν ἱεραρχίαις πρῶται καὶ μέσαι καὶ τελευταῖαι τάξεις εἰσί, καὶ τῶν ἡττόνων οἱ θειότεροι χειραγωγοὶ ἑπὶ τὴν Θείαν προσαγωγὴν καὶ ἔλλαμψιν γίνονται. Καὶ τὰ μὲν ἁγιώτατα τῶν ὑπερτάτων οὐσιῶν τάγματα καὶ ἀγγέλους καλοῦσιν οἱ θεολόγοι, ὡς εἴρηταιαὶ γὰρ εἱσιν ἐκφαντορικὰ καὶ αὐτὰ τῆς θεαρχικῆς ἐλλάμψεως ]· τὴν δὲ τελευταίαν τάξιν τῶν οὐρανίων νοῶν, τουτέστι τοὺς ἀγγέλους, οὐκ ἔχει λόγον Χερουβὶμ ἣ Σεραφὶμ ἢ Θρόνους ὀνομάζειν· οὐδὲ γάρ ἐστιν ἐν μετουσίᾳ τῶν ὑπερτάτων δυνάμεων. Πρὸς ἐπὶ τούΡΑΤηοΩ. Ο ΟἰγΠΙ.

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
