# Annales 118

Michael Glycas, Annales, 118. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/118
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/118

ἀπαγγέλλουσα. Ἡ δὲ τῶν ἀγγέλων ἐπωνυμία τὴν ἐκπαντορικὴν αὐτῶν λειτουργίαν παρίστησιν. ρΟΙδἱαἰiΒΒε ΔοοῖρἰαΠ οι τίοῖοεῖια αχειίς οκροαπἰ. Αφοίοτιὴ ἀεπαε νοοαὺωῖΠ εἱᾳηίθοαιίοπεπ ΠίΗῖείετῖi οορι, τεε Δνίαε εΙΙἰῃί. Ἔδειξεν οὖν ὁ λόγος ὡς αἱ πρῶται μὲν τάξεις ἀμέσως ἐκ Θεοῦ τὰς ἐλλάμψεις δέχονται, παρὰ δὲ τῶν πρώτων αἱ δεύτεραι, καὶ καθεξῆς αἱ λοιπαὶ σουτέστι παρὰ τῶν δευτέρων αἱ τρίται. Ὅτι δὲ διαφορά τίς ἐστι παρὰ ταῖς ἄνω δυνάμεσι, καὶ ὅτι κατά γε τὴν στάσιν καὶ τάξιν αὐτῶν καὶ τὴν γνῶσιν ἔχουσι, καὶ ὁ θειόπατος ὑπέδειξε Κύριλλος ἐν τῇ βίβλῳ τῶν Θησαυρῶν οὔτως εἰπών· «Παντὶ λογικῷ συμμεμέτρηται ἡ γνῶσις, ὡς ἑτέραν μὲν εἶναι πιστεήειν ἐν ἀγγέλοις, μείζονα δὲ ἐν ἀρχαγγέλοις καὶ ἔτι ταύτας ὑπερέχουσαν ἐν ταῖς ἀνωτέρω δυνάμεσιν. » Ἀλλὰ καὶ ὁ Δαμασκηνὸς Ἰωάννης περὶ τούτων οὕτως φησί· «Διαφέρονται δὲ ἀλλήλων αἱ ἄνω δυνάμεις τῷ φωτισμῷ καὶ τῇ στάσει, εἴτε πρὸς τὸν φωτεισμὸν τὴν στάσιν ἔχοντες, εἴτε πρὸς τὴν στάσιν τοῦ φωτισμοῦ μετέχοντες, καὶ ἀλλήλους φωτίζοντες διὰ τὸ ὑπερέχον τῆς τάξεως ἢ φύσεως.» Δῆλον δὲ, ὡς καὶ ἄνωθεν εἴρηται, ὅτι οἱ ὑπερέχοντες τοῖς ὑποβεβηκόσι μεταδιδόασι τοῦ τε φωτισμοῦ καὶ γνώσεως. Πρὸς τοῖς εἰρημένοις δὲ καὶ τοῦτό φησιν, ὅτι καὶ φυλάττουσι μέρη τῆς γῆς αἱ ἄνω δυνάμεις, καὶ ἐθνῶν καὶ τόπων προΐστανται, καθὼς ὑπὸ τοῦ Δημιουργοῦ ἐτάχθησαν. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὁ ἐν πατριάρχαις ἁγιώτατος Γερμανὸς ἀριδηλότερον τοῦτο παρίστησιν. Ἐν γὰρ τῷ εἰς τὴν κοίμησιν τῆς Θεομήτορος λόγῳ αὐτοῦ καὶ τάδε περὶ τούτου φησίν· «Ἄμα τῷ συστῆναι τὰ τῶν ἀνθρώπων γένη, ἄγγελοι τῆς τούτων ζωῆς ἐπιτροπεύειν ἐτάχθησαν Ἔστησε γὰρ, φησὶν, ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. Ἡνίκα δὲ εἰς εἰδωλολατρείαν οἱ ἄνθρωποι ἐξέκλιναν, διέστησαν ἀπ´ αὐτῶν καὶ οἱ ἄγγελοι. Καθ´ ὃν δὲ λοιπὸν ἔτικτε καιρὸν ἡ πανάμωμος, ἡνώθησαν τὰ ἐν οὐρανῷ τοῖς ἐπὶ γῆς, καὶ αύμφωνον πολίτευμα γέγονεν ἀγγέλοις καὶ ἀνθρώποις, καὶ μία δοξολογία.» Τοιοῦτον δέ τι καὶ ὁ χρυσοῤῥήμων Ἰωάννης περὶ τῶν ἀγγέλων διέξεισι. Φησὶ καὶ γὰρ ὅτι ὁ προφήτης Δανιὴλ μέγα τι χρῆμα λέγει τοὺς ἀγγέλους εἶναι, προστάγματι δὲ Θεοῦ πᾶσαν τὴν κτίσιν διαλαχεῖν καὶ τῶν ἐθνῶν ἐπιστατεῖν, καὶ τούτων τὸν μὲν τοὺς Πέρσας ἐφορᾷν, τὸν δὲ ἀρχάγγελον Μιχαὴλ τὸν ἐκ περιτομῆς λαὸν φρουρεῖν. Συστῆναι δὲ τοῖς ἐφόροις ἄμφω διαπληκτισμὸν, ού κατὰ πάθος ὀργῆς, ἀλλὰ κατὰ θεῖόν τινα καὶ ἀπόῤῥητον λόγον, τοῦ μὲν δουλεύειν Ἰουδαίους Πέρσαις ἀναγκάζοντος ὡς τοῦ Θεοῦ δῆθεν καταφρονητὰς, τοῦ δὲ πρὸς τὴν ἐλευθερίαν ἀνθέλκοντος καὶ λέγοντος· «Παῦσαι, Περσῶν προστάτα· ὁ γὰρ Θεὸς,

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
