# Annales 123

Michael Glycas, Annales, 123. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/123
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/123

«Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.νΠλὴν οὐ τῇ οἰκήσει, ἀλλὰ τῇ ἐξουσίᾳ, ὡς ὁ μέγας φησὶ Βασίλειος. Οὐ γὰρ δήπου καὶ τὴν διακεκαυμένην καὶ ἀγεώργητον καὶ τὴν κατεώυγμένην καὶ ἄβατον κατ´ ἀνάγκην οἱ ἄνθρωποι πληροῦσιν· ἀλλὰ κυρίους ἡμᾶς ἐποίησε πληροῦν. Καὶ πληροῦμεν αὐτὴν τῷ λογισμῷ. Ὅταν γὰρ ἴδωμεν πόσον μέτρον τῆς διακεκαυμένης καὶ ἀοικήτου, ὅταν ἴδωμεν πόσον τὸ κλίμα τὸ βόρειον, ὃ διὰ τὴν ὑπερβάλλουσαν ψύξιν ἀγεώργητόν ἐστι καὶ ἄχρηστον, οὐκ ἐπληρώσαμεν τὴν γῆν, ἀλλὰ τὸ χρήσιμον ἐκλεξάμενοι, τὸ ὅσον ἄχρηστον εἰς διαμονὴν ἀνθρώποις ἀπεπεμψάμεθα. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ. Ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς.» Πρόσεχε οὗν· ἄρχοντα μὲν γὰρ τῶν ἰχθύων καὶ τῶν λοιπῶν ἐποίησε τὸν ἄνθρωπον ὁ Θεὸς οὐ μὴν δὲ καὶ τὴν ἀπόλαυσιν αὐτῶν αὐτῷ συγκεχώρηκεν. Ὥστε ἡ μὲν πρώτη νομοεσία καρπῶν ἀπολαύειν ἐνδέδωκεν. Ἔτι γὰρ ἐνομιζόμεθα ἄξιοι τοῦ παραδείσου εἶναι· καρπὸς λοιπὸν καὶ χλόη καὶ χόρτος ἡμῖν εἰς βρῶσιν, τοῖς πετεινοῖς τε τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. Εἰ γὰρ καὶ νῦν αἷμασι χαίρουσιν ὅ τε λέων καὶ ἡ πάρδαλις, ἀλλ´ ὅμως καὶ ταῦτα τῷ νόμῳ τῆς φύσεως ὑποτεταγμένα καρποῖς διετρέφετο. Ἐπειδὴ Δὲ ὁ Θεὸς ἐκδεδιῃτημένον εἶδε τὸν ἄνθρωπον, δευτέρω νόμῳ μετὰ τὸν κατακλυσμὸν πάντων αὐτῷ συγχωρεῖ τὴν ἀπόλαυσιν, «Ταῦτα πάντα ὡς λάχανα χόρτου φάγεσθε» εἰπών. Ταύτῃ μὲν οὖν τῇ συγχωρήσει καὶ τὰ λοιπὰ ζῶα τοῦ ἐσθίειν ἔλαβον ἄδειαν. Ἐξ ἐκείνου δὲ λοιπὸν αἱμοβόρος ὁ λέων, ἐξ ἐκείνου καὶ γῦπες ἀναμένουσι θνησιμαῖα. Οὐ δήπου γὰρ καὶ γῦπες ἅμα τῷ γεννηθῆναι ζῶα περιεσκόπουν τὴν γῆν, ὡς ἐκεῖθεν οὐτοι τραφῶσιν· ἀλλὰ ταῦτα πάντα τοὺς λειμῶνας περιήρχοντο. Καὶ νῦν γὰρ κύνας ὁρῶ μεν θεραπείας ἕνεκεν πολλάκις ἄγρωστιν ἐπινεμομένους, οὐκ ἐπειδὴ συμφυής ἐστιν ἡ τροφὴ, ἀλλ´ ἐπειδὴ ἀδιδάκτῳ τινὶ φύσεως διδασκαλίᾳ ἐπὶ τὸ συμφέρον ἔρχεται τὰ ἄλογα. Τοιαῦτα λόγισαι εἶναι καὶ τότε τὰ αἱμοβόρα τῶν ζώων, χόρτον ἑαυτοῖς εἰς τροφὴν ἐπινοεῖν, οὐ μὴν ἀλλήλοις ἐπιβουλεύοντα. Συγκεχώρηται οὖν, ὡς εἴρηται, μετὰ τὸν κατακλυσμὸν ἡ ἀπόλαυσις, πλὴν ἀλλὰ καὶ νῦν κατὰ μίμησιν τῆς ἐν τῷ παραδείσῳ ζωῆς ἑαυτοῖς ἄγειν βουλόμενοι, φεύγοντες ταύτην τὴν πολύυλον ἀπόλαυσιν τῶν βρωμάσων, ἐπ´ ἐκεῖνον τὸν βίον, καθὼς οἷόν τέ ἐστιν, ἑαυτοὺς ἀγόωενοι, καρποῖς καὶ σπέρμασι καὶ τοῖς ἐκ τῶν ἀκροδρύων εἰς διαγωγὴν χρώμενοι· τὸ δὲ περισσὸν τούτων ὡς οὐκ ἀναγκαῖον ἀποστοεφόεθα· οὐ γὰρ βδελυκτὰ διὰ τὸν κτίσαντα, οὐδὲ αἱρετὰ διὰ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
