# Annales 125

Michael Glycas, Annales, 125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/125
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/125

Θεὸς, τότε πρὸς αὐτὸν ἔλεγεν· «ἶἱ δ´ ἂν ἡμέρᾳ φάΚγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε,» εἶχον ἔν τι καὶ λέγειν οἱ μέσον αὐτὸν ἀθανασίας εἶναι καὶ θνητότητος λέγοντες. Ἐπεὶ δὲ πολλῷ μετὰ τὴν αὐς τοῦ παραγωγὴν ὕστερον ἐδίδοτο τὰ τῆς ἐντολῆς, ἀφ´ ἦς ἄρα καὶ χώραν ὁ θάνατος ἐλάμβανε καθ´ ἡμῶν Ἐὰν γὰρ φάγητε,» φησί, «θανάτῳ ἀποθανεῖσθε»], ἀμφιβάλλειν ὅλως οὐκ ἔπρεπε τοὺς ἐπερχομένους τέως ἐρευνητικῶς τὴν Γραφήν. Ἔκτισε μὲν οὖν ἄ Θεὸς ἐπ´ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἀπ´ ἀρχῆς, τουτέστιν ἄφθαρτον αὐτίκα παρήγαγε κατ εἰκόνα τῆς ἀτδιότητος αὐτοῦ. Ἀλλὰ μὴ δυσχέραινε τούτου ἕνεκεν. Ἔχεις τὸν Σιναὶ ἡν θεῖον Ἀναστάσιον ἐν τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ περὶ τούτων οὕτω λέγοντα· «Καὶ ἐποίησε τὸν ἄνθρωπον ὁ Θεός· κατ´ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ποώτη ποίησις αὕτη ἁπλῆ, ἄζυγος, ἄφθαρτος. » Εἴπερ οὖν ἡ πρώτη ποίησις ἄφθαρτος ἦν, ὡς ὁ διαληφθεὶς οὗτος ἔφη θεῖος ἀνὴρ, περὶ τοῦ πρώτου ἐκείνου τί χρὴ καὶ λέγειν ἀνθρώπου; Ἄφθαρτον μὲν γὰρ αὐτὸν ὁ Θεὸς αὐτίκα παρήγαγεν, ὡς ἤδη προείοηται, καὶ ἀθανασίᾳ τετίμηκε. Καὶ οὐκ ἐμὰ τὰ ῥήματα. Ὁ θειότατος Ἀνδρέας ὁ Κρήτης ἐν τῷ εἰς κοιμηθέντας λόγῳ αὐτοῦ περὶ τούτων οὕτως εὕρηται λέγων· «Πλάσας ὁ Θεὸς τὸν ἄνθρωπον, ἀξίωμα δέδωκεν αὐτῷ τὸ λογικόν τε καὶ νοερὸν καὶ ἀθάνατον καὶ ἀνώλεθρον.» Εἴπερ οὖν ἀξίωμα δέδωκε τῷ ἀνθρώπῳ τὸ ἀθάνατον ὁ Θεὸς, πῶς λοιπὸν αὐτὸν θνητὸν καὶ ἀθάνατον εἴπωμεν, ἢ φθαρτὸν ὁμοίως καὶ ἄφθαρτον · ἀνένδεκτον, ὡς οἷ μαι, τοῦτο καὶ λίαν ἐστὶν, ὅτι μηδὲ προσήκει τῷ ἀθανάτῳ καὶ ἀνωλέθρῳ ποοσἈλλὰ γὰρ οὐκ οἶδα πόθεν ἐκεῖνοι λαβόντες τὰς ἀφορμάς οὐ τὰ ἄμικτα μιγνύουσι μόνον, ἡνίκα δηλαδὴ τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο μέσον ἀθανασίας εῖναι καὶ θνητότητος λέγουσιν, ἀλλὰ καὶ πάθη φυσικὰ τῷ πρὸ τῆς ἁμαρτίας ἀπαθεῖ καὶ ἀφθάρτῳ προσάπτειν οὐ παραιτοῦνται, καὶ ταῦτα χωρὶς ἀποδείξεως γραφικῆς. Ἀλλὰ μὴ δέδιθι τούτου ἕνεκεν Ὅτι μέν γὰρ ὁ κατ´ εἰκόνα Θεοῦ τοιαύτης ὑπῆρχε φύσεως ἀπ´ ἀρχῆς, ἀφθάρτου δηλαδὴ καὶ ἀθανάτου, καὶ ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο καθ´ οἶον δή τινα τρόπον οὐκ ἔπασχε, φθορᾶς ἀπάσης ὑπέρτερον ὃν, ὁ χρυσοῤήμων Ἰωάννης ἐπὶ πλέον διδάξει σε σαφέστερον ἁτε δὴ τὸν πιρὶ τούτου λόγον ἐν τῇ βίβλῳ τῶν ἀνδριάντων ποιούμενος. Ἐπειδὴ γὰρ τὸ σῶμα τοῦτο φθαρτὸν διασύραντες ἦσαν ἐπὶ τοσοῦτόν τινες, ὥστε καὶ ἀνάξιον αὐτὸ τῆς τοῦ Θεοῦ δημιουργίας ἀποκαλεῖνλεγον γὰρ ὡς εἴγε πλάσμα τῶν θείων ὑπῆρχε χειρῶν, οὐκ ἄν οὕτω μυρίοις ὑπέκειτο πάθεσι ), τοιοῖσδε πρὸς αὐτοὺς λόγοις ἐχρήσατο· «Μή μοι τὸν ἄνθρωπον τουτονὶ λεγέτω τις τὸν προσκεκρουκότα, τὸν καταδικασθέντα, τὸν ἠτιμωμένον, ἀλλ´ εἰ βούλεσθε μαθεῖν, ὁποῖον ἐξ ἀρχῆς ἔπλασε τὸ σῶμα ἡμῶν ὁ Θεὸς, ἐπὶ τὸν παράδεισον ἔλθωμεν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
