# Annales 130

Michael Glycas, Annales, 130. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/130
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/130

τὸ πῶς. Ἔπλασε μὲν γὰρ ἐπ´ ἀφθαρσία τὸν ἄνθρωπαν ὁ Θεὸς, ἄρχοντα τῶν ἐπιγείων πάντων κατέστηΚσε, διηνεκῆ δέδωκε τὴν ἀθανασίαν αὐτῷ, καθάπερ Κυρ διείληπται· καὶ εἶχε μὲν εἰς αἰῶνας οὕτω κατ´ αὐτὸν, ὅτι καὶ ἀμεταμέλητα τὰ θεῖα χαρίσματα Ἀλλ´ ἐπειδὴ πρὸς ἁμαρτίαν αὐτὸν ἑώρα κατολισθαίνοντα, κἀντεῦθεν ἐκπίπτοντα τῆς ὑψηλῆς ἐκείνης καὶ ἰσαγγέλου διαγωγῆς, παραχωρεῖ διὰ τοῦτο καὶ λαμβάνει κατ´ αὐτοῦ χώραν ὁ θάνατος, ὅτι μηδὲ αυνέφερεν ἔκτοτε διηνεκῆ προσεῖναι τὴν ἀθανασίαν αὐτῷ. Καὶ γὰρ εἰ μὴ γέγονέ τι τοιοῦτον, εἰ μὴ συγχώρησις ἐκεῖθεν ἐδίδοτο φιλανθρωπίας ἕνεκεν, ἵνα μὴ ἀθάνατον ᾗ τὸ κακὸν, οὐκ ἂν ἐκείνῳ τῷ πρώτῳ Ἀδὰμ, τῷ ἐπ´ ἀφθαρσίᾳ κτισθέντι κατ´ εἰκόνα τῆς ὰτδιότητος τοῦ Θεοῦ, προσήγγισε θάνατος· οὐκ ἂν ἡπέπεσε φθορᾷ τὸ σῶμα ἐκεῖνο τὸ φθορᾶς καὶ θανάου ἄμεινον ὑπάρχον τὸ πρότερον. Εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς ἀθάνατον αὐτὸν ὁμοῦ καὶ θνητὸν ὑπὸ Θεοῦ παραχθῆναι εἴπωμεν; Εἰ γὰρ καὶ θανάτῳ πέπεσε ὴ φυλάξας τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν, ὰλλ´ ὕστατον τῆς οἰκονομίας, ὡς ἤδη προείρηται, τοῦτο πάντες εὑρήσομεν, εἴγε τῇ ἀκολουθίᾳ προσέχειν αἱρούμεθα τῆς ἁγίας Γραφῆς. Οὐδὲ γὰρ ὅτε παρῆγε τὸν ἄνθρωπον ὁ Θεὸς, ὡς ἄνω διείληπται, τότε πρὸς αὐτὸν ἔλεγεν· «Ἡ δ´ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε,» ἀλλὰ πολλῷ μετὰ τὴν αὐτοῦ παραγωγὴν ὕστερον. Μετὰ γὰρ τὸ καθίσαι βασιλέα, μετὰ τὸ ἀναχθῆναι τὰ ζῶα πρὸς αὐτὸν, μετὰ τὸ πέρας ἐπ´ αὐτῷ δέξασθαι τὰ τῆς θείας βουλῆς, τότε πρὸς αὐτὸν ἡ τοιαύτη γέγονε θεία φωνὴ, τότε δὴ, τότε καὶ χώραν ὁ θάνατος ἐλάμβανε καπ´ αὐτοῦ. Διὰ τί δὲ ταῦτα, καὶ τίνος ἔνεκεν; Ἵνα μὴ ἀθανάτου μείναντος αὐτοῦ μετὰ τὴν παράβασιν μείνῃ σὺν αὐτῷ καὶ τὸ κακὸν ἐξ ἀνάγκης ἀθάνατον. Ὅτι δὲ ἀθάνατος ἔμελλε μεῖναι μετὰ τὴν ἁμαρτίαν ὁ ἄνθρωπος, εἰ μὴ γέγονέ τις οἰκονομία θεία ὥστε μὴ καὶ ἡμᾶς ἀθάνατα πάσχειν κατὰ τοὺς ἐκπεσόντας ἀγγέλους, ὁ Νύσοης θεῖος Γρηγόριος τοῖς ἀμαθέσι δίδωσι τέως ἡμῖν ἐννοεῖν. «Ἐπειδὴ γὰρ ἐν τοῖς ἀπηγορευμένοις,» φησὶ, «γεγόνασιν οἱ πρῶτοι ἄνθρωποι καὶ τῆς μακαριότητος ἐκείνης ἀπεγυμνώθησαν, χιτῶνας δερματίνους, ἤγουν τὴν ἀπὸ τῶν ζώων νεκρότητα, οἰκονομικῶς ἐνέθηκε τῆ εἰς ἀθανασίαν κτισθείσῃ φύσει, ἵνα μὴ τὸ κακὸν ἀθάνατον ᾗ.» Καλῶς δὲ εἶπεν οἰκονομικῶς ὁ θεῖος οὗτος ἀνήρ· κηδόμενος γὰρ ἡμῶν ὁ Θεὸς, ὥστε μὴ ἁμαρτάνειν ἀθάνατα καὶ ὥστε μὴ συμπαραμένειν εἰς αἰῶνας τῇ ἐπωδύνῳ ταύτῃ καὶ μοχθηρᾷ βιοτῇ, καθὰ δή καὶ ὁ χρυσοῦς τὴν γλῶττάν φησι, παραχωρεῖ τῷ θανάτῳ κατὰ τοῦ ἀθανάτου χωρῆσαι, καὶ γίνεται τούτῳ τῷ τρόπῳ θνητὸς ὁ ἀθάνατος καὶ φθαρτὸς ὁμοίως ὁ ἄφθαρτος. Καὶ πειθέτω ἡμᾶς ἐπὶ πλέον ὁ μέγας Βασίλειος οὕτω περὶ τούτου λέγων·

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
