# Annales 131

Michael Glycas, Annales, 131. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/131
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/131

«Οὐκ ἐκώλυσε δὲ τὸν θάνατον ὁ Θεὸς, ἵνα μὴ ἀθάνατον ἡμῖν τὴν ἀῤῥωστίαν τηρήσῃ.» Ἐπὶ κέρδει λοιπὸν ὁ θάνατος, καὶ ἐπ´ εὐεργεσίαν ἡ τιμωρία δίδοται κατὰ τὸν ἐν θεολογίᾳ μέγαν Γρηγόριον. Ἐφ´ καὶ σκυθρωπάζειν ἐπὶ τούτοις οὐκ εὔλογον. Εἰ Κγὰρ καὶ εἰς γῆν ὅθεν ἐλήφθημεν ἀποστρεφόμεθα κατὰ τὴν ἀρὰν ἐκείνην τὴν οὔτω λέγουσαν «Γῆ ε καὶ εἰς γῆν ἀπελεύσῃ,» ἀλλ´ ἐκεῖθεν, ὡς ὁ χρυσοῤ ῥήμων Ἰωάννης φησὶ, καὶ αὖθις ἀναλαμβανόμεθα, κἀντεῦθεν ἐπὶ τὸ βέλτιον μεταστοιχειούμεθα, καὶ παιοῦτοι γινόμεθα πάλιν ὁποῖοι καὶ πρότερον ἦμεν, τουτέστιν ἄφθαρτοι καὶ ἀθάνατοι. Ἀμφιβάλλειν οὖν ἐπὶ τούτοις οὐ δίκαιον, εἴγε καὶ μᾶλλον οἱ θεῖοι Πατέρες οὐδὲν ἡμῖν ἕτερον ἐπαγγέλλεσθαι λέγουσι τὴν ἐκ νεκρῶν ἀνάστασιν ἢ τὴν πρὸς τὸ ἀρχαῖον τῶν πεπτωκότων ἀποκατάστασιν. Καὶ πρόσσχες, εἰ βούλει, πρὸ τῶν ἄλλων τῷ θειοτάτῳ Ἀναστασίῳ περὶ τούτων οὕτως λέγοντι· «Καὶ ἐποίηαε τὸν ἄνθρωπον ὁ Θεός· κατ´ εἰκόνα Θεοῦ ἐποίηαε αὐτόν. Πρώτη ποίησις αὐτη, ἀπλῆ, ἄζυγος, ἄφθαρτος· πρὸς ἣν δὴ ποίησιν ἀφορᾷ καὶ ἡ τῷν σωμάτων ἀνάστασις.» Καὶ τί χρὴ πολλὰ λέγειν; Ἡ ἐν Εὐαγγελίοις τοῦ πλανωμένου προβάτου παραβολὴ καὶ ἡ τῆς ἀπολλυμένης ὡσαύτως δραχμῆς αὐτὴν ὑπεμφαίνουσι πάντως τὴν τοῦ ἀνθρώπου καὶ πλάνην καὶ ἔκπτωσιν, καὶ τὴν εἰς τὸ πάλιν ἐπιστροφὴν καὶ ἀνάκλησιν. Ἐπὶ τούτῳ γὰρ καὶ κλίνας οὐρανοὺς ὁ Θεὸς καταβέβηκε καὶ ἄνθρωπος γέγονεν, ἵνα τοὺς ἐκπεσόντας ἡμᾶς ἐπὶ τὴν ἀρχαίαν καὶ πρώτην ἐπαναγάγῃ τιμήν. Καὶ γὰρ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ἐπιστρέψας ὁ ἄσωτος ἤκουσεν· «Ἐνδύσατε αὐτὸν τὴν Κπρώτην στολήν. κ ΕΙ δὲ καὶ λέγουσί τινες πλασθῆναι μὲν ἀθάνατον ὑπὸ Θεοῦ τὸν Ἀδὰμ, δυνάμει δὲ θνητὸν εἶναι, τοῦτέστι δύνασθαι θνητότητι περιπεσεῖν, εἴγε μὴ φύλαξ ἐσεῖται τῆς δοθείσης αὐτῷ ἐντολῆς, δεχόμεθα μὲν τὸν λόγον αὐτῶν(ὐπεράδεκτος γὰρ εἶναι δοκεῖ καὶ μάλιστα τοῖς μὴ θέλουσι ταῖς τῶν ἁγίων Πατέρων ἐμβαθύνειν γραφαῖς), πάσχειν δὲ ὅλως αὐτὸν, τουτέστιν οἶῳ δή τινι φυσικῷ πάθει πρὸ τῆς παραβάσεως ὑποκεῖσθαι, οὐδαμοῦ τοῦτο καταδεχόμεθα. Πῶς γὰρ, εἴ γέ τινα τῶν ἁγίων Πατέρων τοιοῦτόν τι περὶ τοῦ πρώτου ἀνθρώπου διεξιόντα οὐχ εὕρομεν; Μᾶλλον μὲν οὖν ἀπαθῆ λέγουσι τὸν τοιοῦτον εῖναι, καὶ σωματικῶν πασῶν ὑπέρτερον ἀναγκῶν, αὐτίκα γὰρ ὁ θειότατος Ἰωάννης Δαμασκηνὸς ἄκραν ἔχειν ἀπάθειαν τὸν πρὸ τῆς παραβάσεως ἄνθρωπον ἔλεγε· πεῖνα γὰρ καὶ δίψα, κόπος καὶ ὕπνος καὶ τῳ κεφαλαίῳ αὐτοῦ λέγων εὔρηται, μετὰ τὴν παράβασιν εἰς τὸν ἀνθρώπινον βίον εἰσήλθοσαν. Ἀλλὰ καὶ ὁ Σιναΐτης θεῖος Ἀναστάσιος ἐν τῷ περὶ Ἀναστάσεως λόγῳ αὐτοῦ τὰ ἀδιάβλητα ταῦτα πάθη τῇ τῆς κακίας εἰσόδῳ συνεπακολουθῆσαι ἡμῖν ἔλεγεν ἐν τῇ τοῦ δερματίνου χιτῶνος περιβολῇ. Οὐδὲ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
