# Annales 139

Michael Glycas, Annales, 139. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/139
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/139

αὐτὸ κεκτῆσθαι δύναμιν εἴπωμεν. Ἀλλ´ ἐπειδὴ περὶ αὐτὸ γέγονε τῆς ἐντολῆς ἡ παράβασις, καὶ ἐξ ἐκείνου λοιπὸν ἐπεισῆλθε τῆς ἁμαρτίας ἡ γνῶσις καὶ αἰσχύνη, διὰ τοῦτο τὴν ἐπωνυμίαν ταύτην ἐδέξατο. Ἔθος γὰρ τῇ ἁγίᾳ Γραφῇ ἐκ τῶν συμβαινόντων πρανμάτων ἐπιτιθέναι καὶ τὰ ὀνόματα. Καὶ ἄκουε τί φησιν ἐπὶ τούτοις ὁ χρυσοῤῥήμων Ἰωάννης. «Ἐν ἐρήμῳ μία πηγὴ ὕδωρ ἀντιλογίας ἐκλήθη, οὐχ ὅτι τοιαύτην εἶχε φύσιν, ὥστε τοὺς ἐξ αὐτῆς ἀρυομένους εἰς ἀντιλογίας εὐθὺς μετατοέπεσθαι · εἰ γὰρ τοῦτο ἦν, καὶ αὐτὸς Μωσῆς ἐξ ἐκείνης πιὼν ἀντεῖπεν ἂν τῷ Θεῷ. Καθάπερ οὗν ἡ πηγὴ ἐκείνη οὐ παρὰ τὴν οἰκείαν φύσιν, παρὰ δὲ τὴν ἐπ´ αὐτῇ γενομένην ἀπείθειαν τοῦ λαοῦ ὕδωρ ἀντιλογίας ἐκλήθη, οὕτω καὶ τὸ φυτὸν ἐκεῖνο τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ οὐ γνῶσιν εἶχεν, ἀλλ´ ὅτι πᾶς ἀμαρτάνων εἰς γνῶσιν ἔρχεται τοῦ εἰδέναι ὅτι καλὸν μὲν τὸ ὑπακούειν, κακὸν δὲ τὸ παραβαίνειν ἀστίν. Ὅθεν καὶ τοιαύτην ἐπωνυμίαν, ὡς ἔφημεν, ἐκ τῶν ἐν αὐτῷ συμβεβηκότων ἔσχηκεν ὕστερον. Τοῦ Ἀδὰμ δὲ φθορᾷ καὶ θνητότητι περιπεσόντος μετὰ τὴν παράβασιν, εἶπεν ὁ Θεὸς «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν.» Πρόσεχε δὲ, ἀγαπητέ. Ἄλλοι μὲν εἰρωνικῶς ἔφασαν τουτονὶ τὸν λόγον εἰπεῖν τὸν Θεόν· θεώσεως γὰρ ἔρωτα σχὼν ὁ Ἀδὰμ, καὶ ὧν ἀγαθῶν μέτοχος ἦν ἀθλίως ἐξέπεσε καὶ θνητὸς ὁ ἀθάνατος γέγονεν. Ἔτεροι δὲ προληπτικῶς τὸ τοιοῦτον ῥητὸν κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς ἐξέλαβον, λέγοντες «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν,» τουτέστιν ὀψέ ποτε γενήσεται εἷς ἐξ ἡμῶν Ἄνθρωπος ὅμοιος τῷ Ἀδάμ. Τοῦτο προληπτικῶς, ὧς ἔφημεν, εἴρηται κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς, ἤτις εἴωθε τὰ μέλλοντα γενέσθαι ὡς ἤδη παρόντα ἢ καὶ γεγονότα διαγορεύειν, καθὰ καὶ ἐπὶ τῆς προμήτορος εἰρημένον εὐρίσκομεν. Μήπω καὶ γὰρ αὐτῆς παραχθείσης λέγει ὅτι ἐποίησε τὸν ἄνθρωπον· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, εἰ καὶ καθ´ ἕτερον νοῦν ὁ θειότατος Ἀναστάσιος τὸ τοιοῦτον ἐνόησε θεῖον ῥητόν. Ἐν γὰρ τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ καὶ τάδε περὶ τούτων λέγων εὕρηται· «Διπλῆ τίς ἐστιν ἡ τῆς φύσεως ἡμῶν κατασκευὴ, ἥ τε πρὸς τὸ θεῖον ὡμοιωμένη καὶ ἡ πρὸς τὴν διαφορὰν ταύτην τῶν σχημάτων διῃρημένη τελευταῖον κατασκευασθεῖσα,» Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὴν ἁγίαν ἐπιφέρει Γραφὴν ὁ θεῖος οὗτος ἀνὴρ, ὥστε τὸ δόγμα τοῦτο γενέσθαι σαφέστερον. Λέγει γὰρ «καὶ ἐποίησε τὸν ἄνθρωπον· κατ´ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Πρώτη ποίησις αὕτη, ἀπλῆ, μονάτροπος, ἄζυγος, μὴ ἔχουσά τινα διαφοράν. Καὶ κατ· εἰκόνα γὰρ Θεοῦ ἐποίησεν αὐτόν. Δευτέρα δὲ ποίησις, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.» Ὅτι δὲ ταῦτα οὕτως ἔχει, δῆλον ἐκ τῶν ῥημάτων αὐτῶν. Ἐκεῖ μὲν εἶπεν αὐτὸν, κατ´ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἐνταῦθα δὲ εἶπεν αὐτοὺς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Πρόσεχε δέ. Ἐπειδὴ ἡ ἀγία

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
