# Annales 148

Michael Glycas, Annales, 148. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/148
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/148

νικήσας ὑπὲρ φύσιν ἐγένετο· ὁ δὲ τοῦτο γενόμενος βραχύ τι παρ´ ἀγγέλους ἠλάττωται, ἵνα μὴ λέγω μκηδέν.» Πρόσεχε δὲ ὅτι καὶ σφόδρα βαρυαλγοῦσι καὶ ἄχθονται οἱ θέλοντες μὲν σωφρονεῖν, ἔχοντες δὲ τὸ ἐπιθυμητικὸν ἰσχυρὸν πολυπληθῆ τε τὴν γονὴν, πρὸς ἔξοδον ἀεὶ ἐπειγομένου τοῦ ἐνοχλοῦντος αὐτοῖς· καὶ μὴ κατά τι ἀμφίβαλλε. Εἰ γὰρ ὁ Διογένης ἐκεῖνος ὁ Κυνικὸς, τὸ τῆς φύσεως βάρος οὐκ ἐνεγκὼν, καὶ ταῦτα τοσοῦτον ἀσκητικώτατος ὢν, γυναῖκα ζητῆσαι λέγεται ὥστε τὸ βαρῦνον ἀποθέσθαι καὶ τὸ ἑαυτοῦ σῶμα κουφίσαι, τί χρὴ καὶ λέγειν ὅσον ὑπομένουσι κάματον οἱ σφοδρὸν μὲν, ὡς εἴρηται, λαχόντες τὸ ἐπιθυμητικὸν, ἐν ἀγνείᾳ δὲ φυλάσσειν ἑαυτοὺς προθυμούμενοι; Ἐντεῦθεν, ἀγαπητὲ, τῶν ὁσίων τινές, ἵνα τὴν φυσικὴν ἁποσβέσωσι πύρωσιν, καὶ γυμνοὶ τὸ σῶμα μέσον ὑδάτων διημερεύοντες ὤφθησαν. Μηδεὶς λοιπὸν ἐπὶ μέσου προσφερέτω τὴν γένεσιν, μηδεὶς οὐκ ἀγαθοὺς ἀστέρων προφασιζέσθω σχηματισμούς. Ἀστέρων μὲν γὰρ κινήσεις, ἀνατολάς καὶ δύσεις αὐτῶν, τοῖς προσήκουσι γίνεσθαι καιροῖς ᾠκονόμησεν ὁ σοφῶς τὰ πάντα διευθεσῶν ὡς ἐντεῦθεν ἀέρος μετατρεπομένου καὶ ὄμβρων καταῤῥηγνυμένων εὐκαίρως αὔξεσθαι τὰ φυτά. Καὶ γὰρ τῶν τροφῶν ὡς ἐν κύκλῳ διηνεκῶς χορηγουμένων ἀνελλιπὴς καὶ ἡ τῶν προσφερομένων τοὺς καρποὺς διαμένει φύσις, ὡς εὐρίσκεσθαι μὲν ἐκεῖνα διὰ τοὺς καρποὺς, τοὺς δὲ καρποὺς διὰ τὰ ζῶα καὶ τὸν ἄνθρωπον. Οὐ γγώμας λοιπὸν οἱ ἀστέρες μετατρέπουσιν, οὐδὲ καθάπερ τι ἀνδράποδον τὸν κατ´ εἰκόνα Θεοῦ περιάγουσιν ἄνθρωπον. Οὐδὲ γὰρεὶς τοσοῦτον ἂν εὑρεθεῖεν ἄδικοι, τοὺς μὲν μοιχοὺς ποιοῦντες, τοὺς δὲ φονέας καὶ ἄρπαγας. Ἀλλὰ καὶ πρὸ τῶν ἀστέρων ὁ δημιουργὸς αὐτῶν τὴν αἰτίαν ἀποφέρεται, εἴπερ τοιαῦτα κατκσκεύασεν ἃ τὴν ἐπιφορὰν ἡμίν ἐξ ἀνάγκης τῶν κακῶν ἐπιτίθησι, καθὰ δὴ καὶ πρὸς Φαῦστον ὁ κορυφαῖος ἔλεγε Πέτρος, γενέσει καὶ εἰμαρμένῃ τὸ πᾶν ἐπιτρέποντα. Ὅρα λοιπὸν νουνεχῶς, καὶ μὴ ἐπὶ πλέον τοῖς λόγοις αὐτῶν θορυβοῦ. Εἰ γὰρ καὶ λέγουσιν ὅτι ἡ ῶρα καθ´ ἣν ἡ σύλληψις τοῦ συλλαμβανομένου γίνεται, ἐκείνη καὶ τὸ πλαστουργούμενον, εἴτε ἄῤῥεν εἴτε θῆλυ, διαπλάττειν ἄριστα εἴωθεν, ἀλλ´ εὐθέωἀνθυποφέρειν ἔχεις καὶ σὺ, καὶ οὕτω λέγειν αὐτοῖς, ώς εἴπερ ἐν μιᾷ ὧρα καὶ τῇ αὐτῇ καταβολῇ τῶν διδύμων ἡ σύλληψις γίνεται, ἔπρεπε πάντως μὴ τὸ μὲν αὐτῶν ἄῤῥεν, τὸ δὲ θῆλυ, ἀλλ´ ἄῤῥενακαὶ ἄμφω κατὰ τὴν ἐπικρατοῦσαν ὥραν ἢ θήλεα ταῦτα διαπλάττεσθαι. Οὕτω μὲν οὖν ἔδει μὴ τὸ μὲν αὐτῶν τάχιον τελευτᾷν, τὸ δὲ βράδιον, ἀλλ´ ὁμοῦ καὶ ἄμφω τῶν ὧδε μεθίστασθαι· κατὰ γὰρ ἐκείνους εἰπεῖν, ὁ αὐτὸς ἀστὴρ κἀκείνῳ καὶ τούτῳ τὴν ζωὴν ἐχαρίσατο Ἀλλὰ καὶ ἐπί τισι παθήμασι καὶ σινώαασιν ὑφ´ ὧν ἀλίσκονται πολλάκις τὰ κατὰ μήτραν πηγνόμενατά τε γὰρ θήλεα σχῆμα πολλάκις ἀνδρῶν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
