# Annales 149

Michael Glycas, Annales, 149. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/149
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/149

ἰ περί που τὰ γεννητικὰ φέρουσι μόρια, καὶ τοὐναντίον αὖθις τὰ ἄῤῥενα, τοὺς ἀστέρας αἰτίους ἥγηνται. Ταύτῃ τοι καὶ ἑρμαφροδίτους τοὺς τοιούτους ἐπονομάζουσι. Κομψεύονται γὰρ, ἐπειδὰν ὁ Ἐρμῆς καὶ ἡ Ἀφροδίτη ὑρεθεῖεν ὁμόκεντροι, συνόντος αὐτοῖς τοῦ Κρόνου, πρὸς δὲ καὶ σχηματιζομένου τοῦ Ἄρεος, αἴτιοι τηνικαῦτα καὶ τῶν παρὰ φύσιν παθῶν τοῖς τικτομένοις καθίστανται. Ἀλλ´ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἡ γὰρ διαπλάττουσα τὸ ἔμβρυον φύσις αἰτία πολλάκις τῶν τοιούτων εὐρίσκεται, καθὼς ἄνωθεν εἴρηται. Ἀλλὰ καὶ ὁ παρὰ´ αὐτοῖς τοῖς Ἕλλησι τιμώμενος Ἐρμῆς Ἄμμωνι τῷ σοφῷ ἐπιστέλλων αὐτοὺς αἰτιᾶται τοὺς ἀστέρας ἐπί τε τοῖς μαινομένοις καὶ τὸ φρόνημα κεκτημένοις παράφορον ὡς αἰτίους δῆθεν τοιούτων παθῶν, Φησὶ καὶ νὰρ ὡ- ἐπειδὰν δὰν ἐξ ἀγαθοῦ σχήματος ὁ τοῦ ἐγκεφάλου κυριεύων ἀστὴρ κατοπτεύει τὸ πλαστουργούμενον, κἀκεῖθεν ἀκτῖνα βάλλει τῷ ἐγκεφάλῳ τοῦ πηγνυμένου, καλῶς ἕξουσιν αἱ ἡγεμονικαὶ δυνάμεις τῷ πλαττομένῳ τηνικαῦτα ἐμβρύῳ· εἰ δὲ κακούμενος ὁπωσδήποτε πύνῃ ὁ τοιοῦτος ἀστὴρ, τῶν ἐναντίων ἔσται πάντως ποιητικός. Καὶ οὕτω μὲν οἱ τοῖς μετεώροις προσέχοντες καὶ φρονοῦσι περὶ τούτων καὶ λέγουσιν. Σὺ δέ, ἀγαπητέ, μὴ οὕτως, ἀλλὰ μοχθηροῖς τισι χυμοῖς κατακρατεῖσθαι τὸν ἐγκέφαλον πίστευε, ἡνίκα δὲ θεάσῃ τινὰ παρακοπῆ φρενῶν συνεχόμενον· ὁ γὰρ ἐγκέφαλος ὄργανόν ἐστι τοῦ νοός· ταύτῃ τοι καὶ κατὰ τὴν ὀργάνου διάθεσιν καὶ ὁ τεχνίτης εἴωθε νοός ἐνεργεῖν. Ἐπὶ γὰρ τούτῳ καὶ βοτάνας ἀκεσωδύνους παρήγαγεν ὁ Θεὸς, καὶ σοφίας ἰατρικῆς τοὺς ἀνθρώπους ἐνέπλησεν· ἐντεῦθεν γὰρ καὶ κεφαλὴν καθαιρομένην ἴδῃ τις, καὶ πάθη ἄλλα τινὰ θεραπείας ἀξιούμενα αριάκον καταλλήλων ἐπαγωγαῖς. Μὴ οὖν συναρπάζου τοῖς λόγοις αὐτῶν, ὅτι μηδὲ καθ´ εἰμαρμένην, ὡς εἴρηται, τὰ πάθη τοῖς ἀνθρώποις ἐμπίπτουσιν Τί δὲ τὸ τῆς εἰμαρμένης ἐστὶ σημαινόμενον; Ὡς ἐκεῖνοι φασὶν, ἡ ἀπὸ τῆς καθ´ εἰρμὸν τῶν οὐρανίων σωμάτων κινήσεως ἀπαράβατος ἔκβασις, ἡν δὴ καὶ πάντων ὁ τῶν ἁγίων χορὸς πόῤῥω που ῥίπτει καὶ ἀποπέμπεται. Τίνος ἔνεκεν; Ὅτι πολὺ μὲν τὸ ἀνόητον κέκτηται, πολλαπλάσιον δὲ τὸ ἀσεβὲς, ὡ, ὁ μέγας φησὶ Βασίλειος. Φυσικῶς μὲν οὖν, ὡς προείρηται, καὶ διοικεῖσθαι τὸ ἡμέτερον σῶμα καὶ διεξάγεσθαι συγκεχώρηται πάντως παρὰ´ αὐτοῦ τοῦ Δεσπότου τῆς φύσεως, Εδ´ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ τῆς ζωῆς ἡμῶν σύστασις · καὶ ἀέρος ἔχρῃζε καθαροῦ καὶ ὑδάτων δεειδῶνα σόπου τε ὑγιεινοῦ καὶ καταλλήλων ὡσαύτως βρωτῶν καὶ ποτῶν. Ἀλλὰ´ ὅρα τὴν τοῦ Θεοῦ σοφίαν, ἀγαπητέ, εἴ γε καὶ φυσιολογίας μικρὸν ἅψασθαι. Ἵνα γὰρ μὴ τὰ καιριώτατα τοῦ σώματος ἡμῶν μόρια καὶ ταῖς τυχούσαις προφάσεσι καταβλάπτωνται. πολυτοόπως, ὡς προείπομεν, καὶ πολυειδῶς ἠσφαλίσατο. Λὐτίκα γὰρ τὴν κεφαλὴν ἡμῶν, ἀτε δὴ τὸν ἐγκέφαλον αὐτὸν περιέχουσαν ἐν ᾠ τὰ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
