# Annales 153

Michael Glycas, Annales, 153. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/153
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/153

«Πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με.» Τοῦτο δὲ ἔλεγεν εἰς αὐτὴν ἀφορῶν τὴν πάρεσιν τῶν μελῶν. Ἀλλὰ μὴ δέδιθι, ἔφη ὁ Κύριος· ὁ γὰρ ἀποκτείνας σε ἐπτὰ ἐκδικούμενα παραλύσει, τουτέστιν ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει. Καὶ περὶ μέν τούτων οὕτως· ὁ δὲ Γεώργιος οἰκτρῷ θανάτῳ τελευτῆσαι τὸν Κάῖν φησίν. Ὁ δὲ ἱερὸς Μεθόδιος Πατάρων φησὶν, ὅτι ὁ Λάμεν φονεύσας τὸν Κάτω κατ´ ἄγνοιαντυφλὸς γὰρ ἦν) θανάτῳ παρέδωκεν Ὅπερ ἀπίθανον· τίς γὰρ εἶδεν ὅτι ὁ Κάῖν διετέλει ζῶν κατὰ τοὺς χρόνους τοῦ Λάμεχ: Ἄδηλον τοῦτο ἦν, ὅτι τῶν ἀπὸ τοῦ Κάῖν οὐκ ἀναγράφει Μωσῆς ὅσπερ δὴ τῶν ἀπὸ τοῦ Σήθ. Ἄλλως τε καὶ σημεῖον τοῦ Θεοῦ δόντος τῷ Κάῖν τοῦ μὴ ἀναιρεθῆναισημεῖον δὲ νοητέον ἢ τὸν ὅρον αὐτὸν τοῦ Θεοῦ ἢ τὸν τῶν μελῶν αὐτοῦ κλόνον), πῶς ἀνῃρέθη λοιΚπόν; Εἰ δὲ ζητεῖς, πῶς τὰ ἔτη τῶν ἀπὸ τοῦ Κάϊν οὐκ ἀναγράφει Μωσῆς, ὁ μέγας Κύριλλος ἐν τοῖς Γλαφυροῖς αὐτοῦ διδάξει σε λέγων ὅτι οὐ κατ´ ἄγνοιαν τοῦ Θεοῦ, ἀλλ´ ὅτι τῶν ἁμαρτωλῶν τὰ ἔτη καὶ ἀπλῶς καὶ τὴν ζωὴν αὐτῶν ἐν βίβλῳ ζώντων γεγραμμένην ἔχειν οὐ θέλει. Καθὰ δὲ τῷ διαληφθέντι Πατρὶ τύπος ἦν ὁ Κάϊν καὶ ὁ Ἄβελ τοῦ πρωτοτόκου λαοῦ τοῦ Χριστοῦ τε καὶ τῶν εἰς αὐτὸν πιστευσάντων Ὥσπερ γὰρ ὁ Κάῖν διὰ φθόνον καὶ τὸ τοῦ ἀδελφοῦ αῖμα ἐξέβη ἀπὸ προσώπου Θεοῦ, ναὶ μὴν καὶ κατηράη στένειν καὶ τρέμειν ἐπὶ τῆς γῆς περιπατῶν, οὔτως ἄρα καὶ ὁ Ἰουδαῖκὸς διὰ φθόνον καὶ τὸ τοῦ Χριστοῦ αἷμα ἐξέβη ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ περιπατεῖ στένων καὶ τρέμων. Σημεῖον οὖν δέδωκε τῷ Κάϊν ὁ Θεὸς, ὥστε μὴ φονευθῇ παρά τινος, ὡς ἐκεῖνος ὑπώπτευε· καὶ, «Ἔσται,» γάρ φησι, «πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με.» Ὁ δὲ Ἰώσηπός φησιν ὅτι τὸν Θεὸν ὁ Κάϊν ἱκέτευε, μήποτε θηρίοις ἀλώμενος περιπέσῃ καὶ τουτονὶ τὸν τρόπον ἀπόληται. Εἰ δὲ ζητεῖς. πόθεν ἔγνωκε τρόπον ὁ Κάῖν δι´ οὔ τῆς ζωῆς ταύτης ὑπεξαγάγῃ τὸν Ἄβελ, ἐπείπερ οὐκ εἰδεν ἕτερόν τινα παρά τινος ἀναιρούμενον, ὁ μέγας Ἀθανάσιος διδάξει σε λέγων, ὅτι κατ´ ὄναρ ὑπέδειξεν ὁ διάβολος αὐτῷ τὸν τρόπον τῆς ἀναιρέσεως. Φθόνος μὲν οὖν, ὡς εἴρηται, τῇ τοῦ Κάῖν ἐγκαθιδρύσας ψυχῇ τὸν τοῦ Ἄβελ φόνον ἀπέτεκεν Τοιούτοις γὰρ πάθεσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ γεγόνασι κάτοχοι μετὰ τὴν τῆς ἀπαθείας ἐκείνην καὶ τελειότητος ἔκπτωσιν. Ἀλλ´ ἔνιαι μὲν τῶν ψυχῶν κρείττους εὐρίσκονται τῶν τοιούτων παθῶν, ἔνιαι δὲ πάλιν ἀντιβαίνειν μὴ θέλουσαι καὶ ταῖς τυχούσαις ἀφορμαῖς καταβέβληνται. Καὶ καθάπερ ἐπὶ τῶν σωμάτων ἔστιν ἰδεῖννια μὲν γὰρ αὐτῶν εὐεξίας δε ὅλου μετέχουσιν, ἐν οὐδενὶ τῶν ἐμπιπτόντων ἔξωθεν οοοΟϛί

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
