# Annales 154

Michael Glycas, Annales, 154. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/154
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/154

περιτρεπόμενα, ἔνια δὲ τοσοῦτόν εἰσιν ἀῤδωστηματικὰ ταῖς ἐκ γενετῆς κατασκευαῖς ὡστε μὴ πρὸς οὐδὲν ἀντιπράττειν τῶν ἔξωθεν αἰτίων, ἀλλὰ κἂν θαλφθῇ βραχὺ, κἂν ψυχθῇ, κἂν ἀγρυπνήσῃ, κἂν κοιμηθῇ πλέον τοῦ δέοντος, εὐθέως νοσεῖ], οὕτω καὶ ἐπὶ τῶν ψυχῶν αὐτῶν διανοεῖσθαί σε ἄξιον ἰοεραῃί, νεῖ Ππίρεαῃ, νεῖ νίμίίεηἰ, νοῖ οΓίαΠ, ὀοΠίiΒΩΟ ΠοΓΡΜε εὐΙεδϛΩΙΛΓ. ΙᾶωΠ ἰΑ ΔΙΙΗε εἰίαΗ ἈενεΙΓΒ ἐομΙἰαΗΘΜετὰ δὲ ταῦτα παραμυθούμενος τὸν Ἀδὰμ ὁ Θεὸς τῇ ἀπὸ τοῦ παραδείσου τε ἀδημονοῦντα ἐκπτώσει καὶ τῷ τοῦ Ἄβελ θανάτῳ, ἔδωκεν αὐτῷ τὸν ἰΑ ἄρεσον Σήθ. Κατὰ γὰρ τοῦτο καὶ ἡ Εὔα ἔλεγτν· «Ἐξανἔστησέ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ τοῦ Ἄβελ ὃν ἀπέκτεινε Κάῖν.» Γίνωσκε δὲ ὅτι πρὸς ταῖς ἄλλαις αἱρέσεσι καὶ τὴν λεγομένην τῶν Καῖανιτῶν αἵρεσιν ὁ μέγας Ἐπιφάνιος ἔγραφεν. Οὕτοι μὲν οὖν Κάῖν ἐτίμων ώς δύναμίν τινα, ἔλεγον δὲ ὅτι τὸ καλὸν καὶ τὸ κακὸν μὴ κατὰ γνώμην εἶναι ἀνθρώποις, ἀλλὰ κατὰ φύσιν. Τιμῶσι δὲ καὶ τὸν Ἰούδαν· διὰ γὰρ τοῦ προδοῦναι τὸν Κύριον ἔργον καλὸν, ἤγουν τὴν ἡμῶν σωτηρίαν εἰργάσατο. Καὶ βιβλίον δὲ παρ´ αὐτοῖς Ἀναβατιανὸν λεγόμενον, περιέχον ἃ εἶδεν ὁ Παῦλος καθ´ ὃν ἀνέβη καιρὸν εἰς τρίτον οὐρανόν. Βιβλίον δὲ τὸ τοιοῦτόν ἐστι παρ´ αὐτοῖς, ὅτι οὐ προσέσχουν τῷ μεγάλῳ Παύλῳ, ῥήματα μὲν ἀκοῦσαι λέγοντι κατ´ ἐκεῖνο καιροῦ, μὴ ἐξεῖναι δὲ ταυτα γλώσααιἀνθρώπων λαλῆσαι. Ὅτι δὲ τὰ ῥήματα ἐκεῖνα οὕτε ἐλαλήθησαν οὔτε τινὶ μέχρι τοῦ νῦν ἐγνώσθησαν, καὶ ὁ θεολόγος Γρηγόριος ἰΑ τῷ περὶ θεολογίας λόγῳ αὐτοῦ δείκνυσιν οὕτως εἰπών· «Εἰ μὲν οὐν ἔκφορα γέγονεν ἃ τῷ Παύλῳ παρέσχεν ὁ τρίτος οὐρανὸς καὶ ἡ μέχρι ἐκείνου πρόοδος, τάχα ἂν περὶ Θεοῦ πλέον ἔγνωμεν.» Ἀλλὰ καὶ ὁ χρυσοῤῥήμων Ἰωάννης ἰΑ ταῖς εἰς τὴν Ἐξαήμερον αὐτοῦ ὁμιλίαις οὕτω φησίν· «Εἰ ὁ μέγας Παῦλος ὁ τῶν ἀῤῥήτων ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθεὶς, ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γράφων ἔλεγεν, ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, τί ἂν εἴ Ὃ δὲ Ἀδὰμ μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσο ηνικαῦτα γὰρ ἄρχεται ἡ χρονογραφία, ζήσας ἐννακόσια ἔτη πρὸς τοῖς τριάκοντα τελευτᾷ ἰΑ Ἰουδαίᾳ, κἀκεῖ τέθαπται. Καὶ πῶς ἄκουε. Ὁ μέγας Ἐπιφάνιος ἰΑ τοῖς Ιαναρίοις, ὡσαύτως καὶ ὁ μέγας Βασίλειος ἰΑ τῆ εἰς τὸν προοήτην Ἡσαΐαν ἑρμηνείᾳ λέγει ἄγραφον παράδοσιν περισώζεσθαι τῇ Ἐκκλησίᾳ περὶ τοῦ Ἀδὰμ, ὡς εὐθὺς μετὰ τὸ ἀκβληθῆναι τοῦ παραδείσου εἰς τὴν Ἰουδαίαν ἐλθεῖν χάριν παρηγορίας ὧν ἀπώλεσεν· αὕτη καὶ γὰρ γῆ πίων καλεῖται. Ἐκεῖσε λοιπὸν ἐνδιατρίβει, ἐκεῖσε καὶ τέθαπται. Θαῦμα μὲν οὖν ἐδόκει τοῖς ὁρῶσιν ἡ ἐκείνου κεφαλὴ τῆς σαρκὸς διαῤῥυείσης, ὅτι καὶ πρῶτον ἐκεῖνον Ἰουδαία νεκρὸν ἐδέξατο. Ἐν τόπῳ λοιπόν τινι καταθέμενοι τὸ τοιοῦτον κρανίον, τόπον

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
