# Annales 156

Michael Glycas, Annales, 156. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/156
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/156

προσηύξατο μετατεθῆναι ὁ δίκαιος, ὡς μηκέτι τοιοῦτόν τι θεάσηται, Ἔγνω δὲ Κάῖν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώς. Τούτῳ τῷ Ἐνὼς γεννᾶται παῖδᾶν, Γαῖδᾶν δὲ γεννᾷ τὸν Μαλελεὴλ, Μαλελεὴλ δὲ γεννᾷ τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. Ἔλαβε δὲ ἑαυτῷ ὁ Λάμεχ δύο γυναῖκας, Ἀδᾶ καὶ Σελᾶ καὶ ἔφῃ πρὸς αὐτάς· «Ἀκούσατε τῆς φωνῆς μου, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοὶ, ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.» Καὶ ζητοῦσιν ἐνταῦθα διὰ τί ἐκ μὲν Κάϊν ἑπτάκις ἐκδεδίκηται, καὶ ταῦτα τὸν κεῖον ἀδελφὸν εργον Κφόνου ποιήσαντος, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Καὶ λέγομεν ὅτι ὁ μέν Κάῖν οὔπω ἔγνω ὁποῖόν ἐστιν ὁ φόνος κακὸν, οὔπω εἶδε φονέα τιμωρούμενον, οὔπω εἶδε τὸν Θεὸν ἐπ´ αὐτῷ ἀγανακτοῦντα ´ ἐφ´ ᾧ καὶ τιμωρίας οὐ τοσοῦτον βαρείας μετέσχηκεν. Ὁ δὲ Λάμεχ βαρύνεται τῇ κολάσει, ὅτι φονεὺς ἦν μετὰ τὸν νόμον καὶ τὸ κατάκριμα, ὅτι τοῦ Κάϊῃ ἑαυτὸν οὐκ ἐσωφρόνισεν ὑποδείγματι· βθεν καὶ βαρυτέραν ἐκείνου τὴν κόλασιν δέχεται. Ἀλλʹ ὁ μὲν Κάῖν ἐπὶ τῷ φόνῳ συγγνώμης οὐκ ἔτυχεν. ὅτι καὶ π·ρὰ Θεοῦ ἐλεγχόμενος κρύπτειν ἔσπειλδε τὸ ἁμάρτημα· ὁ δὲ Λάμεχ τῆς μιαιφονίας ἀπαλάσσεται, ὅτι τὴν καθ´ ἑαυτοῦ ψῆφον καὶ μόνος ἐξήνεγκεν, ὅτι μείζονος ἑαυτὸν ἔδειξε κολάσεως ἄξιον, οὕτως εἰπών· ο Ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.» Εἰ δὲ κἀκεῖνο πολυπραγμονεῖς, ἀγαπητὲ, ὅπερ πρὸς Κάϊν εἶπεν ὁ Θεὸς, ὅτι πᾶς ὁ ἀποκτείνας Κάῖν ἑπτὰ ἐκδικούμενα παραλύσει, ὁ χρυσοῤῥήμων Ἱωάννης ἐν τῷ κατ´ Ἰουδαίων ἕκτῳ λόγῳ διδάξει σε κατὰ ῥῆμα διεξιών οὑτωσί· «Μὴ φοβοῦ, φησί· βιώσῃ βίον μακρόν· κἂν ἀνέλῃ σέ τις, πολλαῖς ἔσται τιμωρίαις ὧπεύθυνος. Ὁ γὰρ ἑπτὰ ἀριθμός παρὰ τῇ Γραφῇ ἀδιορίσθου πλήθους ἐστὶ σημαντικός. Ὁ ἀνελών σε, φησὶ, καὶ των ἐπικειμένων σοι ἀπαλλάξει κολάσεων, αὐτὸς ἐφ´ ἑαυτὸν ἐπισπάσεται τὴν τιμωρίαν. Καὶ δοκεῖ μὲν εἶναι βραχὺ τὸ λεγόμενον, πολλῆς δὲ ὅμως κηδεμονίας ἐστί. Καὶ γὰρ τοὺς μετὰ ταῦτα σωφρονίσαι βουλόμενος, τοιοῦτον ἐπενόησε κολάσεως τρόπον, ὃς ἀπαλλάξαι κἀκεῖνον τῆς τιμωρίας ἠδύνατο. Εἰ μὲν γὰρ εὐθέως αὐτὸν ἀνεῖ λεν, ἀπῆλθεν ἂν ἔχων τὴν ἀμαρτίαν, καὶ τοῖς υετὰ ταῦτα οὐκ ἂν ἐγένετο γνώριμος. Νυνὶ ἀφεθεὶς πολὺν Κχρόνον ζῆσαι ἐν ἐκείνῳ τῷ τρόμῳ, διδάσκαλος τοῖς ἀπαντῶσι καθίστατο πᾶσι διὰ τῆς ὅψεως. Ἀλλὰ τί ἂή ποτε τὴν ἁμαρτίαν ὁμολογήσας, καὶ εἰπὼν μείσονα συγγνώμης ἡμαρτηκέναι, οὐκ ἂν ἴσχυσεν ἀπονψασθαι τὸ ἀμάρτημα; Καίτοι γε ὁ Προφήτης φηοὶ, «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἰνα δικαίως

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
