# Annales 162

Michael Glycas, Annales, 162. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/162
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/162

πρὸς αὐτοὺς κληροδοσίαν, καὶ κρείττων τῆς ἑαυτοῦ γῆς, τυραννικῶς καθήρπαξεν αὐτὴν, καὶ τοὺς ἐκ τοῦ Σὴμ κληρονόμους ἐκεῖθεν ἐξήλασε. Καὶ οὕτω πᾶσα ἡ γῆ τῆς ἐπαγγελίας τοῦ Χαναὰν προσηγορεύθη. Καὶ Ἰσηπος δέ φησιν ὅτε Χαναὰν τέταρτος ὢν τοῦ Χἀμ παῖς, τὴν Ἰουδαίαν καλουμένην οἰκήσας Χαναὰν ἀφ´ ἑαυτοῦ προσηγόρευσεν Ὁ δὲ Σὴμ γεννᾷ τὸν Ἀρφαξᾶ, Ἀρφαξᾶ δὲ τὸν Καῖνᾶν. Οὗτος δὲ ὁ Καῖνᾶς, ὥς φησι Γεώργιος, συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκώς τὴν παρὰ τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων ἐκτεθεῖσαν ὀνομασίαν τῶν ἀστέρων ἐν πλακὶ λιθίνῃ γεγραμμένην. Οἱ γὰρ τοῦ Σὴθ ἔγγονοι προμυηθέντες ἄνωθεν τὴν μέλλουσαν γενέσθαι φθορὰν τῶν ἀνθρώπων διά τε πυρὸς καὶ ὕδατος, καὶ ποιήσαντες δύο στήλας, μίαν μὲν λιθίνην, ἑτέραν δὲ πλινθίνην, ἔγραψαν τὰ ἐκ τοῦ πάππου αὐτῶν Σὴθ ἐκτεθέντα οὐράνια πάντα, λογισάμενοι ὅτι εἰ μὲν δι´ ὕδατος ὁ κόσμος φθαρῇ, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα. τις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίδιρον ρος Κμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος, εἰ δὲ διὰ πυρὸς γένηται ἡ φθορὰ, μενεῖ ἂν ἡ πλινθίνη. Ἀνεφάνη δὲ ἐκ τῆς τοῦ Σὴμ φυλῆς ἕτερος γιγαντογενής τοὔνομα Κρόνος. Οὗτος πάνυ γενόμενος δυνατὸς καὶ πολλοὺς ὑποτάξας, πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ τῶν ἄλλων κρατεῖν, καὶ βασιλεύσας πρῶτος Ἀσσυρίων ἔτη νϛʹ ὑπέταξε πᾶσαν τὴν γῆν Περσίδος. Μετὰ δὲ Κρόνον ἐβασίλευσε Νῖνος ἔτη νβʹ, ὃς γε τὴν οἰκείαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφάς. Ἐξ οὗ γένους ἐγένετο καὶ Ζωρόαστρος ὁ περιβόητος Περσῶν ἀστρονόμος, ὃς εἶπε τοῖς Πέρσαις, «Ἐὰν καύσῃ με τὸ οὐράνιον πῦρ,»οῦτο γὰρ καὶ ηὔχετο) «λάβετε ἐκ τῶν ὁστέων μου, καὶ φυλάσσετε εἰς σύστασιν τῆς ἂασι. λείας ὑμῶν.» Ὃ δὴ καὶ γέγονεν. Ἐν δὲ ταῖς ἱστορίαις αἷς ἐχρήσατο κατὰ Ἰουλιανοῦ ὁ θεολόγος μέγας Γρηγόριος καὶ τάδε φησί· Τὴν ἀστρονομίαν λέγονται πρῶτον εὑρηκέναι Βαβυλώνιοι διὰ Ζωροάστρου, δεύτερον δὲ ἐδέξαντο οἱ Αἰγύπτιοι. Τὴν δὲ μαγείαν αὐτὴν Μῆδοι, εἶτα Πέρσαι. Διαφέρει δὲ μαγεία γοητείας. Καὶ ἡ μὲν μαγεία ἐπίκλησίς ἐστιν, ὥς φασι, δαιμόνων ἀγαθοποιῶν πρὸς ἀγαθοῦ τινος σύστασιν· γοητεία δέ ἐστι δαιμόνων κακοποιῶν περὶ τοὺς τά Θους εἰλουμένων ἐπὶ κακοῦ τινος σύστασις. Γοητεία δὲ ἤκουσεν ἀπὸ τῶν γοῶν καὶ τῶν θρήνων τῶν ἐν τοῖς τάφοις γινομένων, μαγεία δὲ ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν, ὅθεν ἔσχε καὶ τὴν ἀρχήν· Μαγὼς ἐγχωρίως οἱ Πέροαι λέγονται. Ὁ μέντοι μέγας Κύριλλος ἐν τοῖς κατὰ Ἰουλιανοῦ καὶ τάδε γράφων εὔρηται, ὅτι μετὰ ἐννακόσια ἔτη τοῦ κατακλυσμοῦ τῶν Ἀσσυρίων ἐβασίλευσεν Ἄρβυλος πρῶτος ἐν ἀνθρώποις. Οὗτος ἔσχε πρῶτος εἰς ἑαυτὸν τὸ τῆς θεότητος Κνοκα. Ἀλλὰ καὶ Νῖνος ὁ ἐκείνου παῖς πρῶτος Ἀς συρίων ἐπιφανῶς βασιλεῦσαι λέγεται, οὗ ἐπώνυμος ἡ Νινευή, ἧς τὰ τείχη Σεμίραμις μεγαλοφυῶς

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
