# Annales 169

Michael Glycas, Annales, 169. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/169
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/169

Παῦλός φησι· «Δεκάτας γὰρ ἔδωκε καὶ αὐτὸς τῶ Μελχισεδὲκ δι´ Ἀβραὰμ τοῦ πατρὸς αὐτοῦ, καὶ μήποω γεννηθείς·» ἔτι γὰρ ἐν τῆ ὀσφύϊ τοῦ Ἀβραὰμ ἦν, ὅτε συνήντησεν ὁ Μελχισεδέκ. Πρόσεχε σῶν ὅτι σκιὰ καὶ τύπος ἦσαν τὰ Ἰουδαῖκά. Εἰ γὰρ διὰ τῆς Ἰουδαϊκῆς ἱστορίας καὶ ἱερωσύνη τελείω σις ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἕτερον ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Ἐπεὶ οὖν ἑτέρα ἱερωσύνη ἐλθεῖν ἔμελλεν, ἀνάγκη πᾶσα καὶ πολιτείαν ἑτέραν συνεισελθεῖν. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν ὅτι τῆς ἱερωσύνης μετατιθεμένης ἐξ ἀνάγκης καὶ νόμος μετάθεσις γίνεται. Καὶ ταῦτα μὲν ὁ τὴν γλῶτταν χρυσοῦς. Προσευχομένους δὲ ἡμᾶς καὶ μὴ εὐθέως εἰσακοις μένους οὐ δέον ἐκκακεῖν· ἐπεὶ καὶ ὁ Ἰσαὰκ ἔτη εἴκοσι τοῦ Θεοῦ ἐδέετο διὰ τὴν ἀπαιδίαν αὐτοῦ. Ἐδέετο γὰρ, φησὶ, τοῦ Θεοῦ περὶ Ῥεβέκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στείρα ἦν. Δυσχεραινούσῃ δὲ τῇ Ῥεβέκᾳ ἡνίκα ἐγκυμονοῦσα ἦν τόν τε Ἠσαῦ καὶ τὸν Ἰακὼβ(ὐ μικρῶς γὰρ ἐσκίρτων ἐν τῇ κοιλίᾳ αὐτῆς, μηνύοντε, ὡς ἔοικε, τὴν ἐσομένην ὕστερον μέσον αὐτοῦ διαμάχην ἔφη ὁ Κύριος· «Δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.» Πρόσεγε οὖν· σαφῶς γὰρ ἐδήλωσεν ὁ Θεὸς τὰ κατὰ τῶν Ἰουδαϊκῶν λαῶν καὶ τῶν ἐθνικῶν. Λιμὸς δεύτερος ἐπὶ τοῦ Ἰσαὰκ γίνεται, ἐφ´ ὧ ἐν Γεράροις κατέρχεται· εἰς Αἴγυπτον μέντοι ἀπελθεῖν οὐ συγχωρεῖται παρὰ Θεοῦ. Εἰ γὰρ καὶ συνεχωρήθη κατελθεῖν ὁ Ἀβραὰμ, ἀλλὰ χάριν καὶ τοῦ γνωσθῆναι καὶ τοῖς ἐκεῖσε τὴν αὐτοῦ ἀρετήν. Σπείρει δὲ κριθὴν ὁ Ἰσαάκ, καὶ παραρόξως ἑκατοστεύει. Εἰ δὲ τὸ καταβληθὲν εἰς ἑκατὸν παρέδωκεν ἡ γῆ, πῶς ἐ ποιῶν ἐλεημοαύνην καὶ ταῖς τοῦ Θεοῦ χερσὶ παοατιθεὶς τὸ διδόμενον ἑκατονταπλασίονα τὸν μισθὸαύ λήψεται; εἰ γὰρ ἐνταῦθα τὸ ἓν ἑκατοστεύει, πολλῷ μᾶλλον ἐκεῖσε. Ὁδὲ Ἰσαὰκ ὅτε τὸν Ἰακὼβ ηὐλόγησεν, ὡσεὶ ἐκα τὸν χρόνων ἦν· διὰ γὰρ τοῦτο καὶ τοὺς ὀφθαλμοὺς ἐπεπήρωτο. Ἡ μέντοι Ῥεβέκα μετὰ τὴν ἐπαινετὴν τῆς εὐλογίας κλοπὴν συνεβούλευσε τῷ Ἰακὼβ πρὸς Λάβαν ἀπελθεῖν, ὅπως τὸ ἀκμαῖον τῆς τοῦ Ἰσαῦ ἐκφύγῃ μανίας. Ἀποδιδράσκων οὖν τὸν Ἰσαῦ ὁ Ἰακώβ ἐκοιμήθη καθ´ ὁδὸν καὶ ἐνυπνιάσθη. Καὶ λδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῆ γῆ, ἧς ἡ κεφαλὴ ὰοικνεῖτο εἰς τὸν οὐρανόν. Καὶ οἱ ἄγγελοι τοῦ Θεοῶ ἀνέβαινον καὶ κατέβαινον ἐπ´ αὐτὴν, ὁ δὲ Κύριος ἐπεστήρικτο αὐτῆς, καὶ εἶπεν· «Ἐγώ εἰμι μετὰ σοῦ, καὶ μὴ φοβοῦ.» Οἱ δὲ ἀνιόντες καὶ κατιόντες τὴν κλίμακα, καθὰ καὶ ὁ μέγας φησὶ Κύριλλος, τὴν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
