# Annales 175

Michael Glycas, Annales, 175. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/175
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/175

ἔκτοτε ἀμιγής ἐστι δι´ εὐλάβειαν. Ὁ μέντοι ποταμὸς ὢν δυσπέρατος διὰ τὸ ὀδοντοτύραννον ζῶον· καὶ γὰρ οὗτος ἀμφίβιον μέγιστον, ὥστε καὶ ἐλέφαντας καταπίνειν, εἰ καὶ τοὺς ἄνδρας τούτους οὐ βλάπτει διαπεραιουμένους. Ἐν δὲ τοῖς ἐρημοτέροις τόποις δράκοντές εἰσιν ὡσεὶ πηχέων ἑβδομήκοντα. σκορπίοι δὲ πηχυαῖοι, μύρμηκες παλαιστιαῖοι· ἐφ´ ῷ καὶ ἀοίκητοι μένουσιν οἱ τόποι ἐκεῖνοι. Ἀλλὰ καὶ ἐλέφαντες ἐκεῖσε ἀγεληδὸν βόσκονται. Ἐνδότερον δέ εἰσιν ἄνθρωποι ἀνθρώπους ἐσθίοντες. Χαλδαίοις νόμος μητρογαμεῖν καὶ ἀδελφοτεκνοφθορεῖν. Παρ´ Ἀγιλαίοις αἱ γυναῖκες αὐθεντοῦσι τῶν ἀνδρῶν καὶ πορνεύουσιν ὡς βούλονται, μὴ ζηλοτυπούμεναι παρὰ τῶν ἀνδρῶν αὐτῶν, γεωργίαν δὲ καὶ οἰκοδομίαν καὶ πάντα τὰ ἀνδρῷα πράττουσιν. Ἐν δὲ Βρεττανία πλεῖστοι ἄνδρες μιᾷ συγκαθεύδουσι γυναικὶ, καὶ πολλαὶ γυναῖκες ἐνὶ ἀνδρί. Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ´ ὡς τὰ ἄλογα κατὰ τὸ ἔαρ τοῖς γειτνιῶσι μίγνυνται, καὶ μέγα πανηγυρίζουσαι οἴκαδε ἀποστρέφουσι, καὶ κατὰ τὸν καιρὸν τῆς κυήσεως τὸ μὲν ἄῤῥεν ἀναιροῦσι, τὸ δὲ θῆλυ ζωογονοῦσι. Ταῦτα μὲν οὖν πάντα νόμος τοῖς κατὰ τόπους ἔθνεσιν ἐκ διαδονῆς κατὰ τὸν μέγαν Καισάριον γέγονε. Μετὰ μέντοι τὴν Ἀλεξάνδρου τελευτήν εἰς πολλὰς ἀρχὰς ἡ βασιλεία αὐτοῦ διῃρέθη, καὶ οὐ διέλειπον ἀεὶ κατ´ ἀλλήλων ἐπανιστάμενοι, ἕως οὗ ἡ Ῥωμαίων ἀρχὴ τὰς τοπαρχίας πάσας κατέλυσε. Καὶ περὶ μέν τούτων οὕτως. Ὁ δὲ Ἰακὼβ γεννᾷ τοὺς δώδεκα πατριάρχας, τὸν Ῥουβὶμ. τὸν Συμεὼν, τὸν Λευῒ, τὸν Ἰούδαν καὶ τρὺς λοιποὺς καθεξῆς. Ἠγάπα δὲ τὸν Ἰωσὴφ πλέον τῶν ἄλλων καὶ διὰ τὸ νεώτατον αὐτὸν εἶναι καὶ διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετήν. Ἐφ´ ᾧ καὶ φθονοῦσιν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ. Οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ διὰ τὰς ὁράσεις ὧν ἐκεῖνος γέγονε θεωρός. Ἐώρα γὰρ ἀστέρας ἕνδεκα, σὺν αὐτοῖς τε τὸν ἥλιον καὶ τὴν σελήνην, προσκυνοῦντας αὐτόν. Καὶ οἱ μὲν ἀστέρες ἐδήλουν τοὺς ἀδελφοὺς αὐτοῦ, ὁ ἥλιος τὸν πατέρα, ἡ δὲ σελήνη τὴν μητέρα. Εἰ δὲ λέγει τις, πῶς ἡ μήτηρ λέγεται προσκυνῆσαι, ἐπεὶ προαποθανεῖν ἔφθασεν, ἀκουέτω ὅτι τοῦ Ἰακὼβ κατελθόντας ἐν Αἰγύπτῳ καὶ προσκυνήσαντος συμπροσκυνῆσαι λέγεται καὶ ἡ γυνὴ αὐτοῦ, ὅτι καὶ σῶμα ἓν ἀμφότεροι οὗτοι. κοῦν ἐφθόνουν αὐτῷ διὰ τοῦτο οἱ ἀδελφοὶ αὐτοῦ. Καὶ φθονοῦντες εἰς ἐπιβουλὴν προδήλως χωροῦσι, καὶ θανατῶσαι θέλοντες αὐτὸν ἐμβάλλουσι λάκκῳ δεινῷ. Ἑνὸς δέ τινος ὑποθήκαις, δηλαδὴ τοῦ Ῥουβὶμ ἅτε πρὸς αὐτὸν φιλίως διακειμένου, τοῦ λάκκου τε αὐτὸν ἐξάγουσι, καὶ κατὰ τὴν τοῦ Ἰωσήπου ἱστορίαν εἴκοσι μνῶν τοῖς ἐμπόροις ἀποδιδόασι. Μετὰ δὲ ταῦτα πρὸς τὸν πατέρα ἐπιστρέψαντες τὸν μὲν Ἰωσήφ ἔλεγον μὴ ἰδεῖν, χιτῶνα δὲ τούτου εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον, ὡς ἐντεῦθεν ὑπόνοιαν τάχα διδόναι παρὰ θηρίων αὐτὸν ἀπολέσθαι. Κατάγεται οὖν παρὰ τῶν ἐμπόρων εἰς Αἵγυπτον, καὶ ὡς δοῦλος

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
