# Annales 182

Michael Glycas, Annales, 182. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/182
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/182

Ρεοῦ ὁ Μωϋσῆς, καὶ τελευτῶσιν αὐτίκα οἱ βάτραχοι, κἂν ὁ φαραὼ θεασάμενος ὅτι γέγονεν ἀνάψυξις, ἀπειθείᾳ τῇ προτέρᾳ ἐνέμεινε. Τρίτη πληγὴ ἡ ἀπὸ τοῦ χοὸς τῶν σκνιπῶν ἀνάδοσις. «Ἐξέτεινε» γάρ φησιν «Ἀαρὼν τῇ χειρὶ τὴν ῥάβδον, καθὼς ἐλάλησε Κύριος, καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἰ σκνῖπες ἔν τε τοῖς ἀνθρώποις καὶ τοῖς τετράποσι.» Γίνωσκε δὲ ὅτι τὸ ζῶον οι σκνῖπες, εἰ καὶ βραχύτατόν ἐστιν, ἀλλ´ ὅμως ἀργαλεώτατον· οὐ μόνον γὰρ λυμαίνεται τὴν ἐπιφάνειαν τοῦ δέρματος· τοῖς ἀφανέσι ὅήγμασι κνησμούς ἐμποιοῦν ἀηδεῖς, ἀλλὰ καὶ εἰς τὸ ἐντὸς βιάζεται διά γε μυκτήρων καὶ ὥτων. Πρὸς τούτοις δὲ καὶ κόρας βλάπτει ὀφθαλμῶν εἰσπετόμενον. Ὡσαύτως δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ἐποίη. σαν τοῦ ἐξαγαγεῖν τὸν σκνῖπα, καὶ οὐκ ἠδύναντο. Εἶπον οὖν τῷ Φαραὼ ὅτι δάκτυλος Θεοῦ ἐστι τοῦτο. Τετάρτη πληγὴ ἡ διὰ τῆς κυνομυίας. «Καθὼς» γάρ φησιν «ἐποίησε Κύριος, παρογένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου. Καὶ ἐξωλοθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίας ὀδυνηρῶς.» Καὶ γὰρ ἐμφύεται διὰ τοῦ δήγματος τουτὶ τὸ ζῶσν τοῖς σώμασι. Κυνόμυιαν δὲ ἀκούων αὴ αὔθαδες νόει τοῦ ζώου· καθάπερ γὰρ βέλος εἰσπετομένη, τῶν Αἰγυπτίων καὶ μόνων κατεπεμβαίνουσα ἦν. Καὶ τοῦτο δηλοῦσα ἡ Γραφὴ κατὰ λέξιν οὕτω φησί· «Καὶ παραδοξάσομαι τὴν γῆν Γεσὲμ, ἐφ´ ἧς ὁ λαός μου ἐπ´ αὐτῆς, ἐφ´ ᾗ οὐκ ἔστιν ἐκεῖ ἡ κυνόμυια, ἵνα ἵδῃς ὅτι ἐγὼ Κύριος ὁ Θεός σου πάσης τῆς γῆς. Καὶ διαστελῶ ἀναμέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνα ιέσον τοῦ σοῦ λαοῦ.» Δέεται οὖν ἐπὶ τούτοις δ Μωσῆς τοῦ Θεοῦ, καὶ περιεῖλε τὴν κυνόμυιαν ἀπὸ τρῆ Φαραὼ καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι αὐτούς. Ἡέμπτη πληγὴ ἡ τῶν τετραπόδων φθορά. «Ἰδοὺ» γάρ φησι πρὸς Φαραὼ ὁ Μωσῆς, «ὅτι χεὶρ Κυρίου ἔσται ἐν πᾶσι τοῖς κτήνεσί σου, καὶ θάνατος μέγας σσόδρα. Καὶ ἐποίησε Κύριος τὸ ῥῆμα τοῦτο, καὶ ἐτελεύτησαν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων. ἀπὸ δὲ τῶν κτηνῶν των υἱῶν Ἰσραὴλ ἐτελεύτησεν οὐδὲ ἕν.ν Ἐβαρύνθη οὖν ἡ καρδία δαραὼ, καὶ οὐκ ἀπέστειλε τὸν λαόν. Ἔκτη πληγὴ ἡ τῶν φλυκτίδων ἐπίθεσις, καθά φησιν· «Ἐλάλησε Κύριος καὶ ἔλαβε Μωσῆς τὴν αἰθάλην τῆς καμίνου ἐναντίον Φαραὼ, καὶ ἔπασεν αὐ τὴν εἰς τὸν οὐρανόν. Καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀἀναζέουσαι ἕν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσι, καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον ΜΙωσεῖ διὰ τὰ ἕλκη. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· ὄρθρισον τὸ πρωὶ, καὶ εἰπὲ πρὸς Φαραώ· Εἰ μὴ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
