# Annales 183

Michael Glycas, Annales, 183. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/183
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/183

ἐξαποστείλῃς τὸν λαόν μου, ἀποστείλας τὴν χεῖρα μου πατάξω σε καὶ τὸν λαόν σου θανατώσω. Καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελθῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Ἔβόόμη πληγὴ ἡδιὰ χαλάζης καὶ πυρός. «Ἔβρεξε γὰρ ὁ Κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ διέτρεχε τὸ πυρ ἐπὶ τῆς γῆς. Ἐπάταξε δὲ ἡ χάλαζα πάντα ὅσα ἦν ἐν τῷ πεδίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Πλὴν ἐν γῇ Γεσὲμ, οὗ ἦσαν οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ἐγένετο ἡ χάλαζα.» Δέεται οὖν καὶ αὖθις ὁ Μωσῆς τοῦ Θεοῦ κατὰ τὸν λόγον Δαραὼ, καὶ ἐπαύσαντο αἱ φωναὶ καὶ ἡ χάλαζα. Γίνωσκε δὲ ὅτι τοὺς Αἰγυπτίους οὐ μόνον ἡ ἐξαίσιος φορὰ χαλάζης τε ἄμα καὶ πυρὸς, ἀλλὰ καὶ τὸ τοῦ πράγματος κατέπληττεν ἄηθες· οὐδὲ γὰρ τὴν χειμερινὴν ὥραν ἡ Ἀἴγυπτος παραδέχεται διά γε τὸ μὴ πόῤῥω τῆς κεκαυμένης εἶναι ζώνης· τοῦ γὰρ πυρώδους ἐκεῖθεν ῥέοντος ἀφανῶς τὰ κύκλῳ πάντα λεαίνεσθαι πέφυκεν. Ὁγδόη πληγὴ ἡ διὰ τῶν ἀκρίδων. Ἐπῆρε γὰρ ὁ Μωσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν· καὶ Κύριος ἐπήγαγεν ἄνεμον νότον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, καὶ ἀνέλαβε τὴν ἀκρίδα, καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου. Ἐφ´ ᾧ καὶ, Ἡμάρτηκα, ἔλεγε τῷ Θεῷ ὁ Φαραώ. Δέεται οὖν αὖθις ὁ Μωσῆς τοῦ Θεοῦ, καὶ ἐξάγει ἄνεμον ἀπὸ τῆς θαλάσσης, καὶ πᾶσαν τὴν ἀκρίδα εἰς τὴν Ἐρυθρὰν ἐνέβαλε άλασσαν. Περὶ δὲ αὐτῆς καὶ Δαβὶδ οὕτω φησίν· «Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος οὐ οὐκ ἦν ἀριθμός.» Βροῦχος δέ ἐστιν ἡ νεογενὴς καὶ ἄπτερος ἀκρίς Ἐννάτη πληγὴ ἡ διὰ τοῦ ψηλαφητοῦ σκότους. «Ἐξέτεινε γὰρ Μωσῆς τὴν χεῖρα αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ θύελλα Ἀπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου τρεῖς ἡμέρας. Οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἦν φῶς ἐν πᾶσιν οἷς κατεγίνοντο.» Ἐπειδὴ γὰρ ἀφέντες τὸν κτίστην τοῖς κτίσμασιν ἐλάτοευον. διὰ τῶν κτισμάτων αὐτοὺς καὶ μάλα δικαίως ἐπαίδευε. Διὰ γὰρ τοῦτο καὶ τῶν ἄλλων μερῶν καταλαμπομένων ἡ Αἴγυπτος μόνη τῷ ψηλαφητῷ περιεστοιχίζετο σκότει. Καὶ γὰρ πρὸς ἀναγκαίαν ἔξοδον Αἰγύπτιος ἐβιάζετο, τὴν θύραν, καὶ πολλὰ ψηλαφῶν, εὑρεῖν οὐκ ἐδύνατο. Δεκάτη πληγὴ ὁ τῶν πρωτοτόκων θάνατος. Τελευταία μὲν ἡ τοιαύτη πληγὴ, τῆ δυνάαετι δὲ καὶ τῷ πόνῳ, καθά φησι καὶ Δαβὶδ, ἀπαρχὴ καὶ πρώτη πασῶν. Περὶ γὰρ μέσας νύκτας καὶ ἄνευ νόσου ἀνῃροῦντο τὰ τέκνα αὐτῶν. Ἐγειρόμενοι δὲ τὸ πρωῒ, καὶ τὰ φίλτατα νεκρὰ ὁρῶντες, καὶ μηκέτι κατέχεσθαι

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
