# Annales 185

Michael Glycas, Annales, 185. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/185
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/185

ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο. Καὶ τὰ μὲν· τοῦ Ἰωσήπου τοιαῦτα. Ὁ δὲ μέγας Βασίλειος καὶ τάδε περὶ τοῦ Μωσέως φησὶν, ὅτι οὗτός ἐστιν ὁ μαρτυρηθεὶς ἀστεῖος εἶναι παρὰ Θεῷ ἔτι ὑπομάζιος ὤν· ὃν εἰσεποιήσατο μὲν ἡ θυγάτηρ Φαραώ, ἐξέθρεψε δὲ βασιλικῶς, τοὺς σοφοὺς τῶν Αἰγυπτίων διδασκάλους αὐτῷ τῆς παιδεύσεως ἐπιστήσασα· ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας, καὶ πρὸς τὸ ταπεινὸν τῶν ὁμοφύλων ἀναδραμὼν, εἴλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ· ὁ φυγαδευθεὶς παρὰ τῶν εὐεργετηθέντων, κἀντεῦθεν εἰς τὴν Αἰθιοπίαν καταλαβὼν, κἀκεῖ πᾶσαν σχολὴν ἀπὸ πῶν ἄλλων ἄγων καὶ ἐν τεσσαράκοντα ὅλοις ἔτεσι τῇ θεωρίᾳ τῶν ὄντων ἀποσχολάσας· ὃς ὀγδοηκοστὸν ἦδη γεγονὼς ἔτος εἶδε τὸν Θεὸν ὡς ἀνθρώπῳ ἱδεῖν δυνατὸν, μᾶλλον δὲ ὡς οὐδεὶς τῶν ἄλλων ὑπῆρξε κατὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦΘεοῦ, ὅτι «Ἐὰν γένησαι προφήτης ὑμῶν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι, στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ δι´ αἰνιγμάτων.» Καὶ μετὰ ταῦτα πρὸς Φαραὼ ἀποστέλλεται χάριν τοῦ ἐκεῖθεν ἐξαγαγεῖν τὸν λαόν. Παραγενόμενος οὖν εἰς Αἴγυπτον ἔλαβε τὴν γυναῖκα καὶ τὰ παιδία αὐτοῦ, ὅτε εἰσῆλθε. Διὸ καὶ ἄγγελος φαίνεται φοβῶν αὐτόν· οὐ γὰρ οἰκῆσαι ἐκεῖ ἐπέμπετο, ἀλλ´ ἐξαγαγεῖν τὸν Ἰσραήλ. Ὅπερ καὶ αὐτὸς συνιδὼν ἀφίησι τὴν γυναῖκα. Καὶ δῆλον ἐκ τοῦ Ἰοθὸρ μετὰ τῆς γυναικὸς αὐτοῦ ὑπαντῆσαι αὐτῷ ἐξερχομένῳ. Τὸν μέντοι Φαραὼ μὴ πειθόμενον ἀποδοῦναι τὸν λαὸν ἀφορήτοις ὑποβάλλει μάστιξιν. Καὶ τί δή ποτε συνεχώρησεν ὁ Θεὸς τοῖς φαρμακοῖς τὰ αὐτὰ δρᾶσαι τῷ Μωσεῖ; Ἵνα δειχθῇ τὸ διάφορον τοῦ τε ψεύδους καὶ τῆς ἀληθείας. Μετέβαλλον γὰρ καὶ αὐτοὶ τὰς ῥάβδους εἰς ὄφεις, ἀλλ´ ἡ Μωσέως ῥάβδος τὰς ἐκείνων κατέπιε. Μετέβαλλον κἀκεῖνοι τὸ ὕδωρ εἰς αἷμα, ἀλλ´ εἰς τὴν προτέραν φύσιν ἐπ. αναγαγεῖν τὸ ὕδωρ οὐκ ἴσχυσαν. Καὶ τοὺς βατράχους ἐξήγαγον, οὐ μὴν καὶ ἀπαλλάξαι αὐτῶν τὰς τῶν Αἰγυπτίων ἠδυνήθησαν οἰκίας. Καὶ εἰς μὲν τὸ παι δεύειν τοὺς Αἰγυπτίους καὶ τοῖς φαρμακοῖς ἐνεδίδοτο, εἰς τὸ παύειν τὴν τιμωρίαν οὐκέτι. Μᾶλλον δὲ τὰς φλυκτίδας καὶ τοῖς ἐκείνων ἐπήνενκε αώικασι· ὡς ἐντεῦθεν δῆλον ὡς οὐ μόνον ἐπέχειν οὐ δύνανται τὰς θεηλάτους ὀργὰς, ἀλλὰ καὶ αὐτοὶ συντιμωροῦνται τοῖς ἄλλοις. Ὅθεν καὶ δακτύλῳ Θεοῦ τὰ σημεῖα οἱ μάγοι ἔλεγον γίνεσθαι. Μηδεὶς οὖν θαυμαζέτω, εἴπερ ἐλθὼν ὁ Ἀντίχριστος σημεῖα ποιήσει καὶ τέρατα · καὶ γὰρ οἱ μάγοι οὗτοι, ὅ τε Ζαμβρῆς καὶ Ἰαννῆς, τὰς ῥάβδους εἰς ὄφεις μετέβαλλον. Ἀλλὰ καὶ Σίμων ὁ μάγος ἀνδριάντας ἐποίει περιπατεῖν, καὶ εἰς πῦρ κυλιόμενος οὐκ ἐκαίετο, καὶ εἰς ἀρα ἔπτατο καὶ ἐκ λίθων ἄρτους ἐποίει, μετεμορφοῦτο, διπρόσωπος ἐγίνετο, εἰς χρυσὸν μετεβάλλετο, θύρας

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
