# Annales 187

Michael Glycas, Annales, 187. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/187
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/187

φροντίζει τοῦ δοθῆναι νόμον τῷ λαῷ. Ὅθεν καὶ περὶ τὸ Σίναιον ἄνεισιν. Ὁ δὲ Γεώργιος λέγει ὅτι ὁ Μωϋσῆς ὀγδοήκοντα ἡμέρας νῆστις ἦν ἐν τῷ ὄρει. Δἰς καὶ γὰρ εἰς τὸ ὅρος ἀνέβη, ὡς πλάκας συντρίνων ὡς μοσχοποιησάντων θυμωθείς, Κατελθὼν ν γὰρ ἀπὸ τοῦ ὄρους, καὶ τὰς πλάκας συντρίψας διὰ τὸ τὸν λαὸν ἰδεῖν ἀνομήσαντα, πῶς ἔμελλε βρώσεως μετασχεῖν, εἰ μὴ καὶ πάλιν ἀνῆλθεν εὐθὺς καὶ τὸν Θεὸν ἐξιλεώσατο; ἐφ´ ᾧ καὶ πʹ ἡμέρας ἐξ ἀνάγκης νηστεύει · δίς γὰρ ἀνῆλθεν εἰς τὸ ὄρος, ἐπειδὴ τὰς πρώτας συνέτριψε πλάκας, ἀνάξιον κρίνας ἐκεῖνον τὸν ἀσεβῆ λαὸν καὶ παράνομον. Καὶ τὰ μὲν τοῦ Γεωργίου τοιαῦτα, καὶ τοῦτον ἔχει τὸν τρόπον· οὐκ αἶδα ἂν εἰ καὶ τὰ τοῦ πράγματος οὕτως ἔχει καθὼς ἐκεῖνος ὑπέλαβεν. Εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐν τῷ Δευτερονομίῳ ἔλεγεν ὁ Μωσῆς ὄτι Τεσσαράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον. Δἰς μὲν οὖν ἀνῆλθεν εἰς τὸ ὄρος, ὅὶς δὲ καὶ ἐνήστευσεν. Ἀλλ´ ἐν τῷ μέσῳ τούτων τῶν ἡμερῶν καὶ φαγεῖν ἔοικεν ἄρτον καὶ ὕδωρ πιεῖν· εἰ μὴ γὰρ τοῦτο ἦν, ὁγδοήκοντα ἂν ἡμέρας ἐν τῷ Δευτερονομίῳ νηστεῦιἔλεγεν οὐ μὴν ὡς « τττ·ονν Τοῦτο μὲν οὖν ἐπιβεβαιοῖ ὁ τὴν γλῶτταν χρυσοῦς· ἐν γὰρ τῶ εἰς τὴν εἴσοδον τῆς ἁγίας τεσσαρακοστῆς λόγῳ αὐτοῦ καὶ τάδε φησίν· «Ἵνα γὰρ μὴ νομισθῇ ὁ Κύριος ἀνειληφέναι δοκήσει τὴν σάρκα, τεσσαράκοντα ἡμέρας ἐπ´ ἴσης τῷ Μωσῇ καὶ τῷ Ἡλίᾳ, καὶ οὐ πλέον, ἐνήστευσεν.» Εἰ γὰρ ἡμέρας πʹ μηδ´ ὁπωσοῦν τῶν τοιούτων ἡμερῶν ἀψάμενος βρώσεως, οὐκ ἂν ὁ χρυσοῤῥήμων Ἰωάννης ἐπ´ ἴσης τῳ Μωσῇ νηστεῦσαι τὸν Κύριον ἔλεγεν. Ἐπὶ τούτοις εἰδέναι σε χρὴ ὡς εἰ καὶ χάριν τίνος δῆθεν συμφέροντος χρήσεταί τις τῆ ἁμαρτίᾳ, οὐδὲ οὕτως ἀνεύθυνος. Καὶ γὰρ Ἀαρὼν γλύψας τὸν μόσχον τῷ λαῷ ἐπὶ τῷ κατασχεῖν αὐτὸν, οὐ παντάπασι συγγνώμης ἄξιος ἦν· ἐφ´ ᾧ καὶ θείας ἐδεήθη φιλαν θρωπίας ὥστε τὴν τιμωρίαν ἐκφυγεῖν. Καὶ τοῦτο δηλῶν ὁ Μωσῆς ἔλεγεν· «Ἐδεήθην τοῦ Κυρίου περὶ Ἀαρών τοῦ ἀδελφοῦ μου, καὶ οὐκ ἀπέθανεν.» Οὗτος μὲν οὖν ὁ τῆς αὐτοπροσώπου θέας τοῦ Θεοῦ ἐξ ἴσου τοῖς ἀγγέλοις ἀξιωθεὶς, καθά φησιν ὁ μέγας

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
