# Annales 190

Michael Glycas, Annales, 190. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/190
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/190

τος, συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἰτασθήσονται.» Ὅτι δὲ μέγα ἔδοξε τὸ τοῦ Μωσέως ἀμάρτημα, δεδήλωκεν αὐτὸς ὁ Θεὸς οὕτως εἰπών· «Ἀνάβαινε, καὶ τελεύτα, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας.» Πάντα ταῦτα πεποίηκεν ἡ θλίψις. Ἐπιτιθέντες γὰρ Ἰς δαῖοι τῷ θείῳ Μωσεῖ, ὅτε ἀθυμῶν ἦν διὰ τὴν τῆς Μαριὰμ τελευτὴν, καὶ βιαζόμενοι χάριν ὕδατος, ὡς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν γέγραπται, ἠνάγκασαν τὴν ἀμφίβολον ἐκείνην προῖέναι φωνήν. Ἄφες λοιπὸν τὰ τοῦ Ἰωσήπου,, ὅτι καὶ κατὰ πάντα ταῖς ἱεραῖς Γραφαῖς ἐναντιούμενα φαίνονται· καὶ γὰρ διὰ είαν ὀργὴν ἐτελεύτησεν, οὐ μὴν διὰ γῆρας, ὡς Ἀκεῖνός φησιν. Ὅτι δὲ τοῦ Θεοῦ ὀργισθέντος ἐπὶ τοῖς κατασκόποις ἔτη τεσσαράκοντα διέτριψεν ὁ λαὸς ἐν τῇ ἐρήμῳ, καὶ ἐν τῷ Δευτερονομίῳ τοῦτο σαφῶς δεδήλωται. Ἡνίκα γὰρ ὁ Μωσῆς τὰ τελευταῖα τῷ λαῷ διελέγετο, καὶ τάδε πρὸς τοῖς ἄλλοις ἔλεγεν·- «Ἤλθομεν καὶ πρὶν εἰς τὸ περᾶσαι καὶ κατακληρονομῆσαι τὴν Χανανίτιδα γῆν.» Ἀλλ´ οἱ διάστροφοι ἐκεῖνοι κατάσκοποι καὶ ὁ τοῦ λαοῦ γογγυσμὸς ἔτη μʹ περιπλανᾶσθαι αὐτοὺς ἐν τῇ ἐρήμῳ πεποίηκε. Ταῦτα δὲ πρὸς αὐτοὺς ἔλεγεν ἐν τῇ δευτέρᾳ ὑποστροφῇ, τῶν μὲ ἐτῶν δηλαδὴ συμπληρώσει. Πρόσεχε λοιπόν· φαίνεται γὰρ ἐντεῦθεν ὅτι εἰ μὴ θεία ἦν ὀργὴ τῆς τῶν κατασκόπων διαστροφῆς ἕνεκεν, ἐν βραχεῖ διῆλθον τὴν ἔρημον καὶ τὸν Ἰορδάνην ἐπέραΣΑΜ Α. Οὐκοῦν ἔτη μʹ´ περιπατοῦντες κατὰ τὴν ἔρημον τὸ μάννα ἤσθιον, τροφὴν ἄσπαρτον καὶ ἀνήροτον. Καθ´ ἑκάστην γὰρ ἔβρεχεν ἡμέραν αὐτὸ ὁ Θεὸς, ἄνευ μέντοι τοῦ Σαββάτου, διδάσκων κἀντεῦθεν αὐτοὺς μηδὲν ἐν Σαββάτῳ ποιεῖν. Ἐφ´ ᾧ καὶ τὸ ἐν Παρασκευῇ κατερχόμενον μάννα διπλάσιον ἦν, ὡς ἔχειν αὐτοὺς καὶ τὴν ἐν Σαββάτῳ τροφήν. Εἰ δὲ ἐν δευτέρᾳ τυχὸν ἡμέρᾳ ἢ τρίτῃ λαβὼν ἐκ τοῦ μάννα ἐφύλαξέ τιᾷ, εἰς τὴν ὑστεραίαν διεφθαρμένον ἦν ἐξ ἀνάγκης τὸ τοιοῦτον ἰδεῖν. Τίνος ἕνεκεν; Ἐπειδὴ νόμου παράβασις ἦν. Διὸάσκων γὰρ αὐτοὺς τῶν φροντίδων ἐλεύθερον βιοῦν, ὑπέσχετο καθ´ ἑκάστην ἡμέραν παρέχειν τὴν ἀναγκαίαν αὐτοῖς τροφήν. Ἐκεῖνοι δὲ ἀπιστήσαντες μέρος τι τοῦ συλλεγέντος εἰς τὴν ὑστεραίαν ἐφύλαξαν. Διὰ τοῦτο καὶ ἐπώζεσεν. Ὥτι γὰρ οὐ τῆς τοῦ μάννα φύσεως ἦν τὸ πάθος, μαρτυρεῖ τὸ Σάββατον, ἐν ᾧ ἀλώβητον διετηρεῖτο τὸ χάριν αὐτοῦ κατὰ τὴν παρασκευὴν συλλεγόμενόν τε καὶ φυλασσόμενον. Μαρτυρεῖ δὲ καὶ τὸ ἐν τῇ κιβωτῷ ἐπὶ πολλαῖς διαφυλαχθὲν γενεαῖς. Τοῦτο δὲ τὸ μάννα κατά γε τὸ πρωῒ καὶ μόνον συνήγετο· ἡλίου γὰρ ἀνατείλαντος ἐτήκετο. Τοῦτο μέντοι τὸ μάννα, καθά φησιν ὁ θειότατος Νύσσης, ἐκ τῆς σοφίας Σολομῶντος τὰς ἀφορμὰς λαβὼν, μονοειδὲς ἦν, ἡ δὲ ποιότης

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
