# Annales 197

Michael Glycas, Annales, 197. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/197
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/197

κίαν ὀξύρροπον διορθούμενος ὁ Θεὸς τοιούτους ἔθετο νόμους καὶ τοιαῖσδε θεραπείαις ἐχρήσατο. Οὕτω μὲν οὖν καὶ ἐπὶ τοῦ Νῶε διαίρεσιν τεχνᾶται τῶν ζώων. Ἐπειδὴ γὰρ ἑώρα τοὺς ἀνθρώπους εἰς εἰδμά λομανίαν ἐκκλίνοντας, εὐμεθόδως, ὡς ἔφημεν, εἰς καθαρὰ ταῦτα διιστᾷ καὶ ἀκάθαρτα. Τίνος ἕνεκεν· ἵνα τὰ μὲν αὐτῶν ἐσθίοντες ὡς καθαρὰ, τὰ δὲ πάλιν ὡς ἀκάθαρτα φεύγοντες μηδὲν ἐξ αὐτῶν ὡς Θεὸν προσκυνήσωσιν. Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκάλει ἀκάθαρτα τὰ κοινῶς ἀρχῆθεν παρ´ αὐτοῦ τὴν εὐφημίαν δεξάμενα. Ὅτι δὲ συγκαταβάσεως ἦν ἡ γεγονυῖα τότε τῶν ζώων διαίρεσις, καὶ ὁ μακάριος ἔδειξε Παῦλος οὕτως εἰπών· «Οὐδὲν κτίσμα Θεοῦ ἀπόβλητον μετ´ εὐχαριστίας λαμβανόμενον.» Ἐπι βεβαιοῖ ταῦτα καὶ μᾶλλον ἡ γεγονυῖα θεία φωνὴ πρὸς τὸν κορυφαῖον Πέτρον, ἡνίκα τὴν ἐξ οὐρανοῦ κατενεχθεῖσαν ὀθόνην ἑώρακεν· «Ἀναστὰς,» γάρ φησι, «Πέτρε, θῦσον καὶ φάγε, καὶ ἃ ὁ Θεὸς ἐκάθηρε, σὺ μὴ κοίνου.» Εἰ δὲ καὶ νῦν ἀκάθαρτάτινα παρ´ ἡμῖν, ὡς ὁ λύκος, ὁ λέων καὶ ἡ πάρδαλις, μὴ θαύμαζε τούτου ἕνεκεν. Ἔχεις γὰρ τὸν μέγαν Βασίλειον ἐν τοῖς Ἀσκητικοῖς αὐτοῦ τὰ περὶ. τούτων οὕτω διευκρινοῦντά σοι· «Ὡς ἐν λαχάνοις τὸ βλαβερόν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν, ἐπεὶ λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρεας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ´ ὅμως οὕτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψοιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης, ὡς ὅ γε φαγὼν οὐκ ἠνόμησε.» Μάνθανε οὖν ὅτι τὸ βλαβερὸν ἐκφεύγοντες τὰ μὲν τῶν ζώων ἐσθίομεν, ὅσα καὶ μᾶλλον εὔχυμά τε καὶ τρόφιμα, τὰ δὲ μυσαττόμεθα, καχεξίας καὶ ἴσως καὶ ἀηδίας ὄντα παρεκτικά. Ταύτῃ τοι καὶ ὅρους οἱ Πατέρες ἐπὶ τούτοις τεθείκασι, τὸ μὲν εἰς τοσοῦτον Ἄξιον δὲ καί τινων ἱστοριῶν ἐπιμνησθῆναι φιλομαθείας χάριν τῆς σῆς ἐκ τῆς Ἰουδήθ. Ὁ Ναβουχοδονόσορ διὰ τὸ μὴ ἐπικουρῆσαι αὐτῷ πάντας ὅτε ἐπολέμει μετὰ τοῦ Ἀρφαξᾶ, ἐπέστειλε τὸν στρατηγόν αὐτοῦ Ὁλοφέρνην κατὰ πάσης τῆς γῆς, εἰπὼν πρὸς αὐτόν· «Τάδε λέγει βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς.» Ἐφ´ ᾧ καὶ κατὰ ταύτην τὴν κέλευσιν ἀπαίροντι τῷ Ὀλοφέρνῃ κατὰ Ἰουδαίων, ἔφη καὶ τάδε ὁ Ἀμμανίτης Ἀχιὼρ, «Εἰ μὲν ἔστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν Θεὸν αὐτῶν, ἀναβησώμεθα καὶ ἐκπολεμήσωμεν αὐτούς· εἰ δὲ μή γε, παρελθέτω ὁ κύριός μου, Καὶ ὁ Ὁλοφέρνης πρὸς Ἀχιὼρ, «Καὶ τίς ὁ Θεὸς,

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
