# Annales 199

Michael Glycas, Annales, 199. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/199
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/199

ξύλου. Ὁ δὲ Θεὸς τοῦτον ἐκώλυσεν, τὸν τοῦ βασι. λέως ἀφελόμενος ὕπνον· ἀκηδιῶν γὰρ νυκτὸς εἰς ἀνάγνωσιν ἦλθεν, ἐφ´ ᾦ καὶ ἐμνήσθη ὧν ἐποίησεν εἰς αὐτὸν ὁ Μαρδοχαῖος. Ὅθεν καὶ μὴ βουλομένου τοῦ Ἀμμὰν ἐτιμήθη τὰ μέγιστα. Ὁ δὲ Ἀμμὰν καθ´ ἑαυτοῦ τὴν κακίαν ἔφεοεν· ἐκρεμάσθη γὰρ ἐπὶ ξύλου τῇ δεήσει καὶ κατασκευῇ τῆς Ἐσθήρ. Καὶ γράμματα δὲ ἕτερα ἐστάλησαν οὐ μόνον εἰς σωτηρίαν αὐτῶν, ἀλλ´ ἵνα καὶ τοὺς ἀντικειμένους ἀμύνωνται · καὶ γὰρ ἄνδρας φʹ ἀπέκτειναν, καὶ ἑτέρους πλείονας. Ἐκρεμάσθησαν δὲ καὶ οἱ δέκα υἱοὶ τοῦ Ἀμμὰν. Κατὰ τοῦτο καὶ ἡ Γραφή φησιν· «Ἔσονται δὲ ἡ ιγʹ καὶ ἡ ιδ´ τοῦ Ἀδὰρ ἡμέρα ἑόρτιος εἰς γενεὰς αὐτῶν.» Ὁ Τωβήτ ᾐχμαλωτίσθη ἐν ἡμέραις Ἐνεμεσάρου ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Καὶ ὅτε μετὰ Σάῤῥας καὶ Τωβίου ᾐχμαλωτίσθην εἰς Νινευΐ, πάντες οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἄρτους τῶν ἐθνῶν, ἐγὼ δὲ οὕ. Καὶ εἴ τινας ἀπέκτεινε Σεναχηρεὶμ ὁ βασιλεὺς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ. Καὶ νυκτὸς διὰ φόβου πολλοὺς ἔθαπτον. Ὅθεν καὶ ἐκοι μήθην παρὰ τὸ τεῖχος τῆς αὐλῆς ἀκαλύπτῳ προσώπῳ · καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστί. Καὶ ἀφοδεύσαντα θερμὸν εἰς τοὺς ὀφθαλμούς μυου, ἐγενήθη λευκώματα ἐν αὐτοῖς. Ἡ δὲ γυνή μου προῦήγαγέ μοι ἔριφον, ὃν εἰς μισθὸν τοῦ κόπου ἔλαβεν. Ἐγὼ δὲ δοκῶν κλεψιμαῖον εἶναι οὐκ ἔφαγον, καὶ ὡνειδίσθην παρ´ αὐτῆς ὡς δῆθεν μηδὲν ὡφελού μενος ἐξ ἀρετῆς. Καὶ ἔκλαυσα πρὸς Κύριον, «Λυσι· τελεῖ μοι ἀποθανεῖν ἢ ζῇν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα.» Τότε δὲ καὶ Σάῤῥα ἡ τοῦ Ῥαγουὴλ ὡνει δίσθη ὡς δῆθεν ἀποπνίξασα οὓ; ἔλαβεν ἄνδρας ἑπτά· σούτους δὲ Ἀσμοδαῖος τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινε πρὶν ἢ γενέσθαι μετ´ αὐτῆς, ὡς καὶ βουληθῆναι αὐτὴν ἐντεῦθεν ἀπάγξασθαι. Ἀλλ´ ὁ Θεὸς οὔτε Τωβὴτ οὔτε Σάῤῥας παρεῖδε τὸν ὀνειδισμόν Ἀποστελλομένου γὰρ τοῦ Τωβίου ἐπὶ τῷ τὰ εἰς παρακαταθήκην κείμενα πατρῷα ἀργύρια λαβεῖν, ὁ τοῦ Κυρίου ἄγγελος Ῥαφαὴλ συνηκολούθησε. Καὶ καθ´ ὁδὸν ἰχθύος φανέντος παρὰ ποταμὸν ἐπτοήθη ὁ παῖς. Ὁ δὲ ἄγγελος ἐπέτρεψε λαβεῖν αὐτὸν καὶ φαγεῖν, τὴν δὲ καρδίαν καὶ τὸ ἡπαρ φυλάσσειν, σὸ μὲν ἧπαρ εἰς θυμίασιν τοῦ Ἀσμοδαίου, τὴν δὲς καρδίαν εἰς χρίσιν τῶν πατρικῶν ὀφθαλμῶν. Ἀπήχαγε δὲ αὐτὸν εἰς τὸν Ῥαγουὴλ οῖκον. ὅθεν καὶ λαμβάνει μὲν εἰς γυναῖκα τὴν Σάῤῥαν, τὸν δὲ φιλοῦντα αὐτὴν Ἀσμοδαῖον ἐκεῖθεν διώκει. Ἀναλαὅίμενος δὲ τὸ ἀργύριον καὶ τὴν Σάῤῥαν ὑπέστρεε Ταύτῃ τοι καὶ τῶν τοῦ Τωβήτ ὀφθαλμῶν χρισθέντων θαῦμα ἐγένετο. Μετὰ δὲ ταῦτα καὶ τάδε πρὸς αὐτοὺς ὁ ἅγιος ἄγγελος ἔλεγεν· «Ἐλεημοσύνη ἐκ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
