# Annales 203

Michael Glycas, Annales, 203. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/203
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/203

τὴν θυσίαν ἔφερεν, «Οὐ θέλει Κύριος ὁλοκαυτώσεις καὶ θυσίας ὡς τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ,» καὶ αὖθις· «Διέῤῥηξε Κύριος τὴν βασιλείαν Ἰσραὴλ ἐκ χειρός σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ.» Ὅθεν τοῦ προφήτου πολλὰ φροντίζοντος περὶ τοῦ Σαοὺλ, «Παῦσαι,» πρὸς αὐτὸν ἔφη ὁ Θεὸς, «καὶ λαβὼν τὸ ἄγιον ἔλαιον εἰς Βηθλεὲμ ἄπελθε πρὸς Ἰεσσαὶ, καὶ χρίσαι εἰς βασιλέα ἕνα τῶν υἱῶν αὐτοῦ.» Ἕρχεται οὗν, καὶ πάντων ἄλλων ἀποδοκιιασθέντων τῶν υἱῶν Ἰ ας-λ οὐδὲ γὰρ εἰς αὐτοὺς τὸ ἅγιον ἔβλυσεν ἔλαιον χρίεται ὁ πάντων ὕστατος Δαβίδ. Ἐφ´ ᾧ καὶ Πνεῦμα ἄγιον ἔκτοτε ἦν ἐν αὐτῷ, τὸν δὲ Σαοὺλ πνεῦμα πο νηρὸν ἐπέρχεται. Πνιγομένου τοίνυν αὐτοῦ ἔλεγον οἱ ἰατροὶ, καθά φησιν Ἰώσηπος, ὅτι μὴ ἄλλως τὸ τοιουτον καταπαύσεται πάθος, εἰ μή τις οἶδε διὰ κιννύρας δειν. Ὅθεν καὶ ζητηθεὶς εἴ που τοιοῦτο - τίς ἑστιν, ἄγεται ὁ Δαβίδ. Ποιεῖ οὖν αὐτὸν ὁπλο φόρον, καὶ διὰ τιμῆς ἄγει. Καὶ ὁ μὲν Ἰώσηπος οὕτως. Τὸ δὲ δαιμόνιον τὸ συμπνῖγον τὸν Σαοὺλ ἢ μὲν τοῦ Δαβὶδ κιννύρα κατέπαυε, πλὴν ὡς τῷ παναγίῳ Πνεύματι κινουμένη· τούτου γὰρ ἐπᾴδοντος ἐκεῖνο καὶ ἄκων ἡσύχαζε. Μετὰ δὲ ταῦτα κατὰ Ἰουδαίων ἐκστρατεύουσι Παλαιστῖνοι. Ἀφ´ ὧν καταβὰς ἀνήρ τις Γολιὰθ τοὔνομα παμμεγέθησν γὰρ πήχεων τεσσάρων καὶ σπιθαμῆς), ἐνδεδυμένος θώρακα σταθμὸν ἄγοντα πέντε χιλιάδας σίκλων καὶ τὰ λοιπὰ ὅπλα ἀναλόγως, φωνὴν μεγάλην ἀφίησι καὶ μονομαχεῖν ἐζήτει. Καὶ πάντων ἐξαπορουμένων εἰσάγεται ὁ Δαβὶδ καὶ τὸν Σαοὺλ παραμυθησάμενος, μόλις δὲ καὶ πείσας αὐτὸν οὐδὲ γὰρ ὁ Σαοὺλ ἐθάῤῥει, πρὸς τὴν τοῦ Δαβὶδ ἡλικίαν ἀφορῶν) ὁρμᾷ κατὰ Γολιὰθ καὶ διὰ σφενδόνης αὐτὸν ἀναιρεῖ. Ἔκτοτε οὖν τῶν γυναικῶν λεγουσῶν ὅτι Σαοὺλ μὲν χιλιάδας Παλαιστικῶν κατηκόντισε, Δαβὶδ δὲ μυριάδας, πτοεῖται καὶ εἰς τὴν αὐτοῦ βασιλείαν ὁ Σαούλ· ἐφ´ ᾧ καὶ ὕποπτον εἶχεν ἔκτοτε τὸν Δαβὶδ, καὶ φθόνον ἔτρεφεν οὐ μικρόν. Ὅθεν καὶ εἰς ἐκστρατείας αὐτὸν ἀπέστελς λεν ὡς ἐντεῦθεν τῷ πολέμῳ ἀναιρεθῆναι. Ὁ δὲ Δαβὶδ τὸν Θεὸν ἔχων μεθ´ ἑαυτοῦ ἠρίστευε πανταχοῦ, ὡς ἐντεῦθεν καὶ τὴν θυγατέρα Σαοὺλ παρθένον οὖσαν ἔρωτα σχεῖν αὐτοῦ. Δῆλα γίνεται ταῦτα καὶ τῷ Σαούλ. Καὶ ὃς δραξάμενος ἀφορμῆς πρὸς τὴν κατ´ ἐκείνου ἐπιβουλὴν, ὡς Ἰώσηπος ἱστορεῖ ἀπρ δοῦναι τὴν θυγατέρα ἔλεγεν, Ἄν χιλίας μοι κεφαλὰς κομίσῃ τῶν πολεμίων. Γίνεται ταῦτα, καὶ εἰς γυναῖκα λαμβάνει τὴν Μελχώ. Οὐ φέρει ταῦτα Σαοὺλ, ὰλλ´ ἐπὶ πλέον φθονεῖ, ἁτε καὶ περὶ τῆς βασιλείας αὐτοῦ δεδιώς. Ἀποκτεῖναι λοιπὸν αὐτὸν μελετᾷ. Ἀνατίθησι ταῦτα τῷ υἱῷ τε Ἰωνάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἱ ετῶν. Ὁ δὲ μηνύει τῷ Δαβὶδ τὰς τῆς βουλῆς, καὶ ὑπὲρ αὐτοῦ τῷ πατρὶ διαλέγεται. Μετὰ δὲ ταῦτα διώκει τὸν Δαβὶδ καὶ ἅπαξ καὶ δις

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
