# Annales 209

Michael Glycas, Annales, 209. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/209
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/209

δὲ τὸν θεῖον οἶκον ἐκεῖνον μετὰ τλʹ ἔτη τῆς ἐξά δου. Παρῆλθον δὲ τοσαῦτα ἔτη, ὅπως ἀποκαμόντες τῇ εἰς τὰ ὄρη περιπλανήσει τὸν ἕνα τόπον τὴν Ἱερουσαλὴμ ἀγαπήσωσι. Ταῦτα δὲ τὰ κατὰ γε τὸν παλαιὸν ναὸν, ὄς εἰς τρία διήρηται, εἴς τε τὴν τῶν λαϊκῶν δηλαδὴ σιάσιν, τὴν τῶν ἱερέων καὶ τῶν Λευιτῶν. ὅς δὴ καὶ τόπος ἅγιος ἐλέγετο, καὶ εἰς αὐτὰ τὰ ἄδυτα, ἃ δὴ παὶ ἅγια τῶν ἀγίων ἐκαλεῖτο, ἐν οἷς οὐδεὶς εἰσήρχετο εἰ μὴ μόνος ὁ ἀρχιερεὺς, κἀκεῖνος ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ ταῦτα οὐ χωρὶς αἵματος, καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς εὑρήσεις. Ἐν γὰρ τῷ πρὸς ἡμᾶς οὐρανῷ, τῷ ἀέρι δηλονότι, πάντα δὴ τὰ ἀγελαῖα ζῶα, ἐσώτερον δὲ τοῦ φαινομένου στερεώματος, ὥς φησιν ὁ Σιναίτης θεῖος Ἀναστάσιος, τὰς οὐρανίας διαγούσας δυνάμεις, ἴσως δὲ καὶ αὐτὰς τὰς τῶν ἁγίων ὑυχάς. Ἀνώτερον δὲ τοῦ δευτέρου καὶ ἀοράτου οὐρανοῦ οὐδεὶς εἰσελήλυθεν εἰ μὴ μόνος ὁ ἀληθὴς ἀρχιερεὺς Χριστὸς, ἀντίτυπα τῶν ἀληθινων. Ὅτι δὲ τὰ τοῦ ἐπιγείου τοῦδε ναοῦ κατ´ εἰκόνα τῶν ἐπουρανίων ἔκτισται, καὶ αὐτὸς ὁ πάμμεγας Παῦλος ἐδήλωσεν, οὕτως εἰπών, «Οὐδὲ φὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀλλ´ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν.» Ὅρα γὰρ νουνεχῶς ὅτι καὶ τὰ φαινόμενα τοῦ ναοῦ τοῦδε κάλλη τῆς ἀφανοῦς ἐκείνης εὐπρεπείας εἰσὶν ἀπεικονίσματα, αἱ δ´ οὖν αἰσθηταὶ εὐωδίαι τῆς νοητῆς διαδόσεως ἐκτυπώματα. Τὰ δὲ ὑλικὰ φῶτα τῆς ἀΰλου φωτοδοσίας εἰκόνες τυγχάνουσι · καὶ γὰρ διὰ τῶνδε τῶν ὑλαίων πρὸς τὴν ἄῤῥητον ἐκείνην θεωρίαν, καθὰ δήπου καὶ τῷ μεγάλῳ δοκεῖ Διονυσίῳ, χειραγωγούμεθα Ὅτι δὲ πάντας ὑπερβαίνων ἦν ἐπὶ πᾶσιν ὁ Σολομῶν, ἡ Γραφὴ διδασκέτω σε λέγουσα· «Καὶ ἐμεγαλύνθη Σολομῶν ὑπὲρ πάντας τοὺς βασιλεῖς Αἰγύπτου πλούτῳ καὶ φρονήσει, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σολομῶντος τοῦ ἀκοῦσα· τῆς φρονήσεως αὐτοῦ. Ἐπληθύνθη γὰρ ἡ σοφία αὐτοῦ ὑπὲρ πάντα φρόνιμον Αἰγύπτου.» Τὰς τοῦ Σολομῶντος βίβλους, ἀφ´ ὧν καὶ οἱ τῶν ἰατρῶν παῖδες τὰς ἀφορμὰς ἔλαβον, Μετὰ γὰρ τὸ λαβεῖν ἐκ Θεοῦ τὴν σοφίαν τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε περὶ πάντων τῶν τε

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
