# Annales 219

Michael Glycas, Annales, 219. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/219
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/219

Εζεκίας δὲ ὁ τούτου υἱὸς τὴν ἀκροτάτην κατώοθωσεν ἀρετὴν. καὶ πάντα ὅσα ἐποίησε Δαβὶδ ὁ πατὴρ αὐτοῦ. Σὺν τοῖς ἄλλοις καὶ τὸν χαλκοῦν ὄφιν συνέτριψεν, ὃν ἐποίησε Μωσῆς· ἕως γὰρ τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ. Καὶ ἄλλην πᾶσαν ἐπιμέλειαν ποιεῖται τοῦ ναοῦ. Τότε δὴ τῶν ἱερέων μὴ ἐξαρκούντων εἰς τὰς θυσίας, ὡς ἡ τῶν Παραλειπομένων βίβλος φησί, συνεβοήθησαν καὶ οἱ Λευῖται. Ὅπερ καὶ νῦν ἔστιν ἰδεῖν· πρε σβυτέρου γὰρ.μὴ παρόντος καὶ τῆς χρείας κατεπειγούσης ἀναγκάζεται καὶ διάκονος προσφέρειν τῷ δεομένω τὸ βάπτισμα. Τοῦ Σεναχηρεὶμ στρατεύσαντος κατ´ αὐτοῦ, ἀπέστειλε πρὸς Ἡσαΐαν λέγων, «μέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη, ὅτι ἦλθον οἱ υἱοὶ ἕως ὡδίνων, καὶ ἰσχὺς οὐκ ἔστι τῇ τικτούσῃ.» Ἑμπιπράμεθα, φησὶ, καὶ ἐξαπτόμεθα τῷ θυμῷ τῶν τοῦ Ῥαψάκου βλασφημιῶν ἀκούσαντες· κολάσαι δὲ τοὺς δυσσεβεῖς οὐ δοκάμεθα. Ἔλεγε γὰρ ὁ Σεναχηρεὶμ διὰ τοῦ Ῥαψάκου, «Μὴ ἀπατάτω σε ὁ Θεός σου ἐφ´ ᾧ πέποιθας,» Ἀλλ´ ῤ Θεὸς ἀνελθόντι τῷ βασιλεῖ εἰς τὸν ναὸν καὶ εὐξαμένῳ αὐτίκα στέλλει τὸν Ἡσαΐαν, μηνύων τὰ ἐσόμενα αὐτῷ χρηστάΤηνικαῦτα καὶ γὰρ ἔλεγεν, «Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι´ ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.» Ἵνα γὰρ μὴ νομίσῃ Ἐζεκίας ὅτι διὰ τὴν αὐτοῦ δικαιοσύνην ἡ δέησις αὐτοῦ εἰσηκούσθη, ταῦτα λέγει Κύριος. Ἐμάθομεν οὖν ἐντεῦθεν ὅτι καὶ πεθντκότες οἱ δίκαιοι τῶν ζώντων προΐσται. ται. Ὁ μέντοι Ἐζεκίας καὶ τῷ Θεῷ ἐθάῤόει καὶ τὰ παρ´ ἑαυτοῦ συνεισέφερε. Καὶ πρῶτον τὰς πρὸ τῆς πόλεως πηγὰς ἐνέφραξεν, ἔπειτα τοὺς πύργους ἀνέστησεν εἰς ὕψος, καὶ προτείχισμα προσῳκοδόμησεν ἕτερον. Τότε συνέβη καὶ τὰ πρὸς θάνατον μαλακισθῆναι αὐτὸν, ὥστε ταπεινωθέντα ἐπιστρέψαι πρὸς Κύριον, ὡς ἐν τῇ βίβλῳ τῶν Παραλειπομένων ἱστόρηται · «Καὶ ἐταπεινώθη,» γάρ φησιν, «Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.» Τοῦ γὰρ πατρὸς αὐτοῦ Ἀχὰζ τὴν προφητείαν δεξαυένου. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἔξει,» αὐτός τε ἐνόμισεν εἶναι ὁ Ἐμμανουὴλ, καὶ ὠς εἰς αὐτὸν τὰ τῆς ἐπαγγελίας ἐκβήσεται· ἐφ´ ᾧ παρθενίαν ἀσκῶν γάμοις ὁμιλῆσαι οὐκ ἤθελεν. Ἀλλὰ καὶ τὴν τῶν ἀλλοφύλων ἰδὼν ἀπώλειαν ἀγγέλου καὶ γὰρ ἐν μέση νυκτὶ τεί χιλιάδες ἀνῃρέθησαν), ἐπηύξανε μᾶλλον τὴν αὐτοῦ ἀπόνοιαν. Ἐφ´ ᾦ συνετίζεται παρὰ Κυρίου, σήψει ποδὸς ὑποβληθείς· σημεῖόν τε δίδωσιν αὐτῷ ὡς οὐκ ἀποθανεῖται οὔτως ἔχων· «Ἰδοὺ ἐγὼ στρίφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος τοὺς δέκα ἀναῤαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου.» Φασὶ γὰρ τὸν Ἀγὰτζ ἐκ μηχανῆς τινος ἐν τῷ οἴκῳ αὐτοῦ ἀναβαθμοὺς κατασκευάσαι τινὰς οἷον ὡρολογοῦντας καὶ πὸν τοῦ ἡλίου δρόμον ἐκμετροῦντας. Τότε λοιπὸν ὁ Θεὸς εἰς πίστιν τῶν λεγομένωνπροσετίθη γὰρ αὐτῶ καὶ ἕτερα ζωῆς ἔτη πεντεκαίδεκα) ἀνόπιν ἰέναι ποιεῖ τὴν τοῦ ἡλίου σκιὰν, ἐπειδὴ καὶ ὁ Ἐζεκίας ἀπὸ δα. Κσμῶν τοῦ βίου ἐπὶ δευτέραν ἀρχὴν ἐπαλινδρόμει

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
