# Annales 220

Michael Glycas, Annales, 220. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/220
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/220

δίδως ν ὁ Θεός. Γίνεται οὖν ἡ ἡμέρα ἐκείνη κατὰ τὸν Ἱππόλυτον τριάκοντα καὶ δύο ὡρῶν· τοὺς γὰρ δέκα ἀναβαθμοὺς διαδραμὼν ὁ ἥλιος τοὺς αὐτοὺς πάλιν ἀνέδραμεν, εἶτα τῇ ἰδίᾳ διατάξει χρησάμενος ἐπὶ δυσμάς ἦλθε τοὺς δώδεκα πάλιν διαδραμών. Καὶ αὔτω μὲν ὁ Ἱππόλυτος· ὁ δὲ πατριάρχης Ἀντιοχείας Εὐστάθιος εἴκοσι καὶ δύο λέγει γενέσθαι τὴν ἡμέραν ἐκείνην ὡρῶν· ἐν ῥιπῇ γὰρ ὀφθαλμοῦ λέγειν ἕοικεν, οὐ μὴν ἐν ὥραις δέκα τὸν τοῦ ἡλίου γενέσθαι ἀναποδισμόν. Οὕτω μὲν οὖν κδ´ ὡρῶν ἡ ἡμέρα ἐκείνη γέγονε, καθ´ ἢν ὁ τοῦ Ναυῆ Ἰησοῦς ἐν αὐτῷ τῷ μεσουρανήματι τὸν ἥλιον ἔστησεν ἡμέρας ὅλης διάστημα · διὰ γὰρ ἕξ ἀνῆλθεν ὡρῶν, καὶ δι´´ ὁμοίων αὖθις μέσον τοῦ οὐρανοῦ. Γίνωσκε δὲ, ἀγαπητὲ, ὅτι τὖτε ποοηγουμένως ἔστη ὁ ἥλιος, οὔτε τὸ θαῦμα περὶ μόνον τὸν ἥλιον γέγονεν, ἀλλὰ περὶ αὐτὸν τὸν πρῶτον οὐρανόν· αὐτοῦ γὰρ κωλυθέντος τῆς πρόσω φορᾶς τῷ θείῳ προστάγματι, ἀνάγκη πᾶσα στῆναι καὶ τὸν αὐτῷ συγκινούμενον ἥλιον. Καὶ πείθου τῷ μεγάλῳ Μαξίμῳ ἐν τοῖς πρὸς Θαλάσσιον οὕτω κατὰ ῥῆμα διεξιόντι περὶ τούτου· «Ἡλίου δὲ καὶ σελήνης δρόμον ἀκώλυτον ἐπέσχε παραδόξως ὁ Θεὸς, τὴν ἀεικίνητον τοῦ παντὸς φύσιν στήσας ἀκίνητον. Ταῦτα δὲ ὁ τῶν ὅλων θαυματουργεῖ Θεὸς, ἵν´ ἐντεῦθεν δείξῃ σαφῶς ὡς οὔτε ὅρος οὔτε ἀνάγκη τοῖς ἄστροις ἐπίκειται, καθάπερ ᾠήθησαν οἱ πολλοί, βλέποντες ὡσαύτως · ἀεὶ κινουλένους αὐτούς ἵστησι λοιπὸν αὐτοὺς, τὴν ἐπὶ πᾶσι προσοῦσαν αὐτῷ παριστῶν ἐξουσίαν, καὶ φέρεσθαι αὖθις ἐᾷ κατὰ τὸν ἀρχῆθεν αὐτοῖς ἐπιτεθέντα θεσμόν.» Οὐκοῦν ἀποστέλλει πρὸς Ἐζεκίαν Μαροδὰχ ὁ βασιλεὺς Βαβυλῶνος τῆς νόσου τε ἕνεκα καὶ τοῦ περὶ τὸν ἥλιον θαύματος. Ἀλλ´ ἐκεῖνος τἄλλα πάντα παρεάσας τὸν πλοῦτον αὐτοῦ τοῖς πρέσβεσιν ἔδειξεν. Ἐφ´ ᾧ καὶ τάδε παρὰ Ἰσαΐου τοῦ προφήτου πρὸς αὐτὸν ἐλαλήθη, «Ἠδοὺ ἔρχονται ἡμέραι, καὶ ληφθήσονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ εἰς Βαβυλῶνα ἀπελεύσονται. Καὶ οἱ υἱοί σου, οὕς γεννήσεις, ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ βασιλέως Βαβυλῶνο- α Υἱοὺς δὲ λέγει τοὺς τρεῖς παῖδας σὺν τῳ προφήτῃ Λανιήλ· ἀπόγονοι γὰρ οὗτοι τοῦ Ἐζεκίου γεγόνασιν. Ἔνθεν οὖν ἡ Γοκοὴ τοὺς ἀπογόνους ἐπονομάζειν υἱοὺς, καθὰ δὴ καὶ τὸν Δαβὶδ πατέρα τοῦ Ἐζεκίου καλεῖ· οὐδὲ γὰρ υἱὸς τοὺ Δαβὶδ ὁ Ἐζεκίας, ἀλλ´ ἀπόγονος πάντως αὐτοῦ. Ὁ μέντοι Μαροδὰχ, ὡς ἄνωθεν εἶρηται, τοῦ περὶ τὸν ἥλιον χάριν θαύματος πρὸς Ἐζεκίαν ἀπέστειλε· τὸν γὰρ ἀναποδισμόν αὐτοῦ τοσοῦτον εἶναι λέγει παραδνξότατον ὁ Ἀρεοπαγίτης

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
