# Annales 223

Michael Glycas, Annales, 223. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/223
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/223

καὶ εἶπεν· Ὁ πατήρ μου πολλὰ ἐκ νεότητος παρηνόμησε, καὶ ἐν γήρει μετενόησε. Καὶ νῦν ἐγὼ πορεύσομαι καθὼς ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστορον ἐπιστρέψω πρὸς Κύριον.» Διὰ τοῦτο οὐκ ἀνέμεινεν ὁ Θεὸς, διότι οὐκ ἐσωφρονίσθη ἀφ´ ὧν ὁ πατὴρ αὐτοῦ πέπονθεν. ιαῶ.» Πο ἰμίλυ» ἀε οορα Βομε κλίοίαμ ἰρεῖυς ΠοΩ κερσίανῖι, ΔαοΟηίὸνπλς ολίαυῖιλιῖωα ΠΙΙΟ ΠΙυο[ Δαι ΠοΙΟΓ. Μετὰ τοῦτον Ἰωσίας ὁ ἔγγονος αὐτοῦ. Οὗτος τοῦ προγόνου Δαβὶδ ἐκτήσατο τὴν εὐσέβειαν. Καὶ πρῶτον μὲν ἐπεμελήθη τοῦ ναοῦ, κατασκάψας πρὸς τοῖς ἄλλοις καὶ τὸν οἶκον ὄν ᾠκοδόμησε Σολομῶν τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδονίων· ἔπειτα δὲ σῶν ἐν τῷ Δευτερονομίῳ θείων λόγων ἀκούσας καὶ τὴν ἐσθῆτα διέῤῥηξε καὶ ἐπὶ πλεῖστον ἐθρήνησε. Διά τοι τοῦτο´ καὶ ὁ Θεὸς κατὰ μὲν τοῦ λαοῦ καὶ τοῦ ναοῦ τὴν ψῆφον. ἐξήνεγκε, τῶ δὲ βασιλεῖ χρηστὰ προηγόρευσεν· «Ἀνθ´ ὧν,» γάρ φησιν, «ἤκουσας τῶν λόγων μου καὶ ἡπαλύνθη ἡ καρδία σου, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ ἃ ἐγόν ἐπάγω ἐπὶ τὸν οἶκον τοῦτον.» Καὶ τὰ μὲν σκεύη τῶν εἰδώλων ἐν τῷ χειμάῤῥῳ τῶν Κέδρων συνέτριψεν, ἐν δὲ τῇ Βαιθήλ τοὺς τῶν εἰδώλων ἱερέας κατέκαυσε, κατὰ τὴν προφητείαν Ἰωὴλ ἐκείνου τοῦ ἀνθρώπου τοῦ Θεοῦ. Ἐπὶ μέντοι τῶν χρόνων τοῦ βασιλέως Ἰωσίου, ὥς φησι Γεώργιος, ἐκτίσθη τὸ Βυζάντιον ὑπὸ Βύζου βασιλέως Θρᾷχ κης. Ἰστέον ὅτι τρίτον ἐπόρθησε τὴν Ἰερουσαλὴμ ὁ Ναβουχοδονόσορ, ἐπὶ Ἰωακεὶμ Ἰεχονίου, καὶ ὕστερον ἐπὶ Σεδεκίου, ὥς φησι Γεώργιος. Ὁ δὲ Θεοδο, ρητος Ἰωακεὶμ καὶ Ἰεχονίαν τὸν αὐτὸν εἶναι λέγει, τῷ θειοτάτῳ Ἱερεμίᾳ ἑπόμενος. Ὁ δὲ Σεδεκίας κατὰ τὸν μέγαν Ἐπιφάνιον τυφλωθεὶς καὶ εἰς Βαβυλῶνα ἀπαχθεὶς ἐνεβλήθη μύλωνι ἐπὶ ἔτεσιν εἴκοσι καὶ ἔξ, εἰ καὶ ὕστερον ἐτιμήθη. Γίνονται οὖν ὁμοῦ τῶν ἐν Ἰερουσαλὴμ βασιλευσάντων ἀπὸ Δαβὶδ ἄχρι Σεδεκίου τὰ ἔτη υϟʹ καὶ η, οἱ δὲ βασιλεῖς εἴκοσι καὶ δύο πάντες ἐξ ἑνὸς γένους τοῦ Δαβίδ. Οἱ δὲ ἐν Σαμαρείᾳ βασιλεύσαντες ιηʹ, ἀπὸ Ἰεροβοὰμ ἕως Ὡσηὲ, ἐφ´ οὗ πέπαυται καὶ ἀπώλετο Σαμάρεια ὑπὸ Ναλμανασάρ.Ἀντὶ δὲ τῶν Σαμαρειτῶν Ἀσσύριοι ἐκεῖσε κατώκησαν, ἐξ ὧν οἱ οἱρετικοὶ Σαμαρεῖται καὶ Σαδδουκαῖοι. Οὗτοι μὲν οὖν ὑπὸ λεόντν Ριβιωσκόμενοι ἐξαπίνης αὐτοῖς ἐμπιπτόντων, καὶ μαθόντες ἀπὸ γερόντων ἀρχαίων τὸν τιμώμενον ἐκεῖσε Θεὸν, καὶ ὅτι παρ ἐκείνου τὰ τοιαῦτα πάΚσχουσι,

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
