# Annales 231

Michael Glycas, Annales, 231. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/231
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/231

φιλήσων αὐτὸν, καὶ οὕτως ἔφη· «Σεβαστὲ Καῖσαρ, τοῦτό σοι λείπει μόνον, μὴ τὰς ψήφους ἐξενεγκεῖν πρὶν ἂν ἐν ἑαυτῷ λαλήσῃς τὰ κδ´ γράμματα.» Τοσοῦτον δὲ παρὰ τοῖς ὑπηκόοις ἀγαπώμενος ἦν ὥστε Τωμαῖος ἀνὴρ τὸν βίον ἐκλιπεῖν μέλλων ἐπέτρεπε τοῖς ἑαυτοῦ παισὶ χαριστηρίους θυσίας ἐνεγκεῖν τοῖς θεοῖς, ὅτι ζῶντα καταλιμπάνει τὸν σεδα στόν. Ἐπεὶ δὲ ὁ Καῖσαρ ἐξίστατο τοῦ βίου, «Πηλίνην, ἔφησε, τὴν πόλιν εὑρὼν καλλίπυργον ταύτην καὶ στερεμνίαν πεποίηκα. Πρὸς τούτοις δὲ καὶ πολλοὺς ἐν τῇ τελευτῇ μου βούλομαι κροτῆσαι χεῖρας, ὡς ἐπὶ μίμου τελευτῇ καὶ παίκτου τινός. » Ταῦτα δὲ καταπαίζων τοῦ βίου πάντως ἔλεγε. Καὶ περὶ μὲν τούτων οὕτως. Γίνωσκε δὲ, ἀγαπητέ, ὅτι ἐν τῷ μβʹ ἔτει τῆς βασιλείας τοῦ μνημονευθέντος ἄνωθεν Καίσαρος γεννᾶται τὸ κατὰ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ τῆς ἀειπαρθένου Μαρίας. Ἡ γὰρ ἄμωμος αὕτη γεννᾶται μὲν ἐξ ἐπαγγελίας, τριετίζουσα δὲ προσάγεται τῷ ναῷ, καιρὸν ἱκανὸν ἐν τοῖς αὐτοῦ διάγει ἀδύτοις, ὑπ´ ἀγγέλου κομίζεται τὴν τροφὴν, ὡσεὶ δέκα γίνεται καὶ τεσσάρων ἐτῶν. Σκέπτονται περὶ τούτου οἱ ἀρχιερεῖς, ὡς εἰκός· δεήσεις προσάγουσι τῷ Θεῷ. Μνηστεύεται τηνικαῦτα τῷ Ἰωσὴφ, τοῦ Θεοῦ καὶ τοῦτο διὰ τῆς βλαστησάσης ῥάβδου προτρέψαντος. Τότε δὴ τότε καὶ πέρας λαμβάνει προφητικὴ ῥῆσις ἡ λέγουσα· «Ἰδοὺ δίδοται βιβλίον ἐσφραγισμένον ἀνδρὶ εἰδότι γράμματα,» τουτέστι γάμοις προσωμιληκότι, «καὶ ἐρεῖ, Οὐ δύναμαι ἀναγνῶνα· αὐτὸ, ὅτι ἐσφραγισμένον ἐστίν.» Οὐ πολὺς παρῆλθε καιρὸς, καὶ θεῖος ἄγγελος πρὸς αὐτὴν καταπέμπεται, «Χαῖρε, κεχαριτωμένη, λέγων· ὁ Κύριος μετὰ σοῦ.» Ἔκθαμβος οὖν ἐπὶ τῷ ῥήματι γεγονυῖα, καὶ, «Πῶς ἔσται μοι τοῦτο.» εἰποῦσα, «ἐπεὶ ἄνδρα οὐ γινώσκω;» παρὰ τοῦ Γαβριὴλ ἀκούει καὶ τάδε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Πρόσεχε δὲ ὅτι Πνεῦμαἅγιον εἰπὼν καὶ δύναμιν Ὑψίστου, ὃ σημαίνει τὸν Χριστὸνριστὸς γὰρ Θεοῦ δύναμις), ὅλην ἐν τούτῳ τὴν ἁγίαν Τριάδα ἐνέφηνεν. Εἰ γὰρ καὶ μόνος ὁ Υιος ἐσαρκώθη, ἀλλὰ καὶ ὁ Πατήρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον συμπαρῆσαν αὐτῷ σαρκουμένῳ κατὰ τὸ ἀδιαίρετον τῆς ὁμοουσιότητος, ὡς ὁ μέγας φησὶν Ἀθανάσιος. Κατὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν ὅτι ἐν αὐτῶ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
