# Annales 234

Michael Glycas, Annales, 234. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/234
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/234

Ἀλλὰ μὴ ἐπὶ πλέον ἀμφίβαλλε· οὐδὲ γὰρ ὁ τοιοῦτος ἀστὴρ εἷς ἐτύγχανε τῶν πολλῶν, οὓς ὁ Θεὸς ἐν τῷ στερεώματι κατ´ ἀρχὰς ἔθετο, ἀλλὰ δύναμίς τις ἀόρατος ἦν, εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν, ὡς ὁ χρυσοῤῥήμων Ἰωάννης φησίν. Ἔδει γὰρ καὶ ἐπὶ παραδόξῳ τοιαύτῃ γεννήσει καὶ παράδοξον ἀστέρα γενέσθαι μηνυτὴν καὶ προάγγελον, ὡς ὁ θειότατός φησι Κύριλλος· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ τοσοῦτον ἔφαινεν, οὐκ ἂν ἐν ἡμέρᾳ μέσῃ τὰς ἡλιακὰς ἀκτῖνας ὑπερηκόντιζεν. Εἰ μὴ τοῦτο ἠν, οὐκ ἂν ἔπεισε τοὺς Μάγους ἐκεῖθεν ἐγερθῆναι καὶ τοσαύτην ὁδὸν στείλασθαι, οὐκ ἂν οὕτω θαυμασίως εἰς Ἱεροσόλυμα ἤγαγεν, οὐκ ἂν ἐξ ὕψους συγκαταβὰς ἐπάνω τοῦ τεχθέντος ἔστη παιδίου, οὐκ ἂν ἄφαντος μετὰ ταυτα ἐγένοτο. Ἐπειδὴ γὰρ ὁδηγούμενοι παρ´ αὐτοῦ προσεληλύθασι τῷ Χριστῷ καὶ τῇ κατ´ αὐτὸν ἀπλανεῖ πίστει γεγόνασι κάτοχοι, χειραγωγίας οὐκέτι τοιαλτης ἐδέοντο. Ἔνθεν τοι καὶ κατ´ ὄναρ χρηματισθέντες δι´ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Πρὸς τούτοις δὴ, ἀγαπητὲ, τὴν τοῦ ἐν Βουλγαρίᾳ ἀρχιεπισκόπου ἐξήγησιν ἐπὶ μέσου παράγεις, κἀντεῦθεν διισνυρίζη μὴ ἐν αὐτῷ τῷ σπηλαίῳ, ἀλλ´ ἐν οἰκίᾳ γενέσθαι τινὶ τὴν παρὰ τῶν Μάγων προσκύνησιν. Ὁ γὰρ θεῖος οὗτος ἀνὴρ ἐκ τῶν τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου, ὡς ἔοικεν, ὁρμώμενος, των οὕτω περὶ τῶν Μάγων λεγόντων· «Καὶ ἐλθόντες εἰς, τὴν οἱκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ,» καὶ τάδε φησὶν, ὅτι μετὰ τὸ γεννηθῆναι αὐτὸν Κύριον καὶ ἐν τῇ φάτνῃ ἀνακλιθῆναι εἰκὸς ἠν εὑρεθῆναι καὶ οἰκίαν τινὰ, ἐν ᾗ παρὰ τῶν Μάγων τὴν προσκύνησιν δέξασθαι. Καὶ ὁ μὲν διαληφθεὶς ἀνὴρ ἔοικε προφανῶς λέγειν μὴ ἐν τῷ σπηλαίῳ, ἐν ᾧ καὶ ἡ φάτνη, τοὺς Μάγους ἰδεῖν τὸν Χριστόν· ὰ δὲ τὴν γλῶτταν χρυσοῦς τά τε τῆς οἰκίας συμβιάζων καὶ τὰ τῆς φάτνης αὐτῆς οὕτω φησὶν, ὅτι σεκοῦσα μὲν εὐθέως κατέκλινεν· ἐκεῖ πολλῶν καὶ γὰρ συνιόντων διὰ τὴν ἀπογραφὴν οὐκ ἦν οἰκίαν εὑρεῖν. Παράγει δὲ καὶ τὸν θειότατον Λουκᾶν ἐπισημαίνοντα τοῦτο καὶ λέγοντα ὅτι διὰ τὸ μὴ εἶναι τόπον ἐν τῶ καταλύματι, ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνη, μετὰ δὲ τοῦτο ἀνείλετο καὶ ἐπὶ τῶν γονάτων εἶχεν. Ἀλλὰ καὶ ἐν τῇ τοῦ κατὰ Ματθαῖον ἕκτῃ ὁμιλίᾳ περὶ τῶν Μάγων οὔτω φησί· «Τί δὲ ὅλως καὶ βασιλείας σύμβολον εἶδον, καλύβην καὶ φάτνην καὶ παιδίον ἐν σπαργάνοις καὶ μητέρα πτωχὴν ἰδόντες; » Καὶ μετ´ ὀλίγα· «Πῶς δὲ καὶ ὀ ἀστὴρ, εἰπέ μοι, τόπον οὕτω στενὸν φάτνης καὶ καλύβην ἐδείκνυεν, εἰ μὴ τὸ ὑψηλὸν ἐκεῖνο ἀφεὶς κάτω κατέβη καὶ ὑπὲρ αὐτῆς ἔστη τῆς κεφαλῆς τοῦ παιδίου;« Καὶ μετὰ ταῦτα· «Ἐπεὶ οὗν ἤγαγε καὶ ἐχειραγώγησε, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι´ ἁστέοος, ἀλλὰ δι´ ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται., Καὶ ἐν τῇ ὀγδόῃ δὲ ὁμιλίᾳ κατὰ λέξιν οὕτω φησὶ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
