# Annales 236

Michael Glycas, Annales, 236. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/236
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/236

Ἀνήγαγον οὖν εἰς Ἱεροσόλυμα. τὸν Ἰησοῦν, ὡς προείρηται, τῷ Μωσαῖκῷ νόμῳ καὶ αὐτὸν ὑποκείμενον. Μετὰ μέντοι τὸ ἀναχθῆναι τὸν Ἰησοῦν εἰς Ἱεροσόλυμα, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, φεύγει πρὸς Αἴγυπτον. Ἐκεῖθεν εἰς Ναζαρέθ ἔρχεται, κἀκεῖ τὴν σωματικὴν αὔξησιν δέχεται. Ὡσεὶ ἐτῶν λ´ γίνεται, καθά φησιν ὁ θεηγόρος Λουκᾶς, πρὸς Ἰορδάνην πορεύεται, παρὰ Ἰωάννου τὸ βάπτι. σμα δέχεται. Τότε δὴ, τότε καὶ τοῖς ἀγνοοῦσι γώριμρς γίνεται· εἰ μὴ γὰρ ἄγνωστος παντάπασιν ἦν, οὐκ ἂν ὁ Πρόδρομος τοῖς ἀπεσταλμένοις πρὸς αὐτὸν ἱερεῦσι καὶ Λευίταις ἔλεγεν· «ἰδοὺ μέσος ὑμῶν Ἰστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε.» Ὁ Πατὴρ ἄνωθεν διὰ τοῦ παναγίου Πνεύματος αὐτὸν ὑποδείκνυσι. καὶ πρόσσχες τῷ βαπτιστῇ λέγοντι· «Ἐγὼ οὐκ ἤδειν αὐτὸν, ἀλλ´ ὁ πέμψας με βαπτίζειν ἐκεῖνός μοι εἶπεν, Ἐφ´ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα κατερχόμενον, ἐκεῖνός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.» Εὔδηλον οὖν ἐντεῦ θεν ὅτι πρὸ τῆς ἐν Ἰορδάνῃ ἐπιφανείας αὐτοῦ κατάἈηλος οὐκ ἦν οὐδενί· εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτὸς ὁ Πρόδρομος ἔλεγεν· «Ἐγὼ διὰ τοῦτο ἦλθον βαπτίζων ἐν ὕδασιν, ἵνα φανερωθῇ τῷ Ἰσραήλ·» καὶ αὖθις· «Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα τῇ ἀληθείᾳ. ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.» Ἀλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀγαπητέ, διὰ τοῦτο κατῆλθεν ἐσὶ τὸν Ἰησοῦν, ἵνα μή τις νομίσῃ ὅτι χάριν τοῦ Βαπτιστοῦ κατηνέχθη ἄνωθεν ἡ πατρικὴ καὶ θεία φωνὴ, εἴγε καὶ μᾶλλον ἐκεῖνος μείζων ἐδόκει τοῦ βαπτιζομένου· καὶ ἀρχιερέως γὰρ ἦν υἱὸς καὶ ἐκ στείρας γεγέννηται, καὶ μᾶλλον ὅτι τὸν Ἱησοῦν αὐτὸν - ἐβάπτιεν ὡς ἕνα τῶν πολλῶν ἐκεῖσε παραγενόμενον. Οὐδέπω καὶ γὰρ δῆλα γενέσθαι τὰ κατ´ αὐτὸν ἔφθασεν, ὡς ὁ χρυσοῤῥήμων Ἰωάννης ἐν τῇ εἰς τὸ κατὰ Ματθαῖον δωδεκάτῃ αὐτοῦ ὁμιλίᾳ φησίν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, εἰ πρὸ τοῦ βαπτισθῆναι παντάπασιν ἄγνωστος ἦν, τὰς εὑρισκομένας ὁπουλδήποτε λοιπὸν ἱστορίας, περί τε τοῦ ὕδατος δηλαδὴ τοῦ ἐλεγμοῦ καὶ περὶ τῆς ἀρχιερωσύνης αὐτῆς, ἤν λέγουσι παρὰ τῶν Ἰουδαίων δέξασθαι τὸν Χριστὸν, ὡς οὐδὲν ἡγοῦ καὶ ἀπόῤῥιπτε. Εἰ γὰρ τοιοῦτόν τι γενέσθαι προέφθασεν, οὐκ ἂν ὁ εὐαγγελιστὴς Ἰωάννης ἔλεγε· «Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν οἱ μαθηταὶ αὐτοῦ εἰς αὐτόν.» Εἰ γὰρ καὶ περὶ τὸ δωδέκατον ἔτος τῆς κατὰ σάρκα ἡλικίας αὐτοῦ ἀνῆλθεν εἰς τὸ ἱερὸν, καὶ ἐνεφάνισε δῆθεν ἑαυτὸν, ἀλλ´ οὐ τὴν οἰκείαν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
