# Annales 240

Michael Glycas, Annales, 240. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/240
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/240

οὖν πρὸς οὓς συνεφώνησε παραδοῦναι τὸν Κύριον. εηηρείι Βυοοοο αῖνι, οὐ φει πο εεει.» ΟΠΙΩΟΙΠ ἰΡΕἰΑ ἐαΙηκΙΙμα Καὶ ὁ μὲν Κύριος τὰ τελευταῖα τοῖς μαθηταῖς διατίθεται · εἶθ´ οὕτως εἰς τόπον ἐρχεται ὃν ἤδει καὶ ὁ προδότης, ὃς αὐτίκα καὶ λαβὼν τὴν- σπεῖραν ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων. Ἐπερωτᾷ λοιπὸν αὐτούς· πίπτουσι χαμαί. Ἀποκόπτει τὸ ὡτίον τοῦ Μάλχου ὁ Πέτρος, εἰ καὶ τὴν αὐτοῦ κεφαλὴν ἀποτεμεῖν οὐκ ἴσχυσε· τοῦτο καὶ γὰρ ἦν αὐτῷ τὸ σπουδαζόμενον. Τότε δὴ τότε καὶ πρὸς αὐτὸν ἔφη ὁ Κύριος · «Ἡ δοκεῖ σοι ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ ὃώδεκα λεγεῶνας ἀγγέλων; πῶς οὖν πληρωθῶσιν αἱ Γραφαί, ὅτι οὕτως δεῖ γενέσθαι·» Ταῦτα δὲ τοῖς μαθηταῖς ἔλεγεν ὁ Σωτὴρ, ἐκφοβῶν αὐτοὺς καὶ πείθων ἐντεῦθεν μηδέν τι τῶν γινομένων πολυπραγμονεῖν. Εἰ γὰρ ταῖς Γραφαῖς, φησί, τοῦτο δοκεῖ, τὸ καθεῖν ἐμὲ δηλονότι, πῶς ὑμεῖς ἐναντιοῦσθε μαχαίραις χρώμενοι; τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ Πατὴρ, οὐ μ πίω αὐτό; αήσαντες οὖν τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Ἄνναν πρῶτον, κἀκεῖσε κρίνεται. Περὶ τῆς αὐτοῦ διδαχῆς καὶ τῶν μαθητῶν ἐρωτᾶται. Ἀποκρίνεται ὡ- εἰκῥς ῥάπισμα δέχεται, καί φησιν· «Εἰ μὲν κακῶς ἐλάλησα, » καὶ τὰ ἑξῆς. Ἐκεῖθεν οὖν ἄγεται πρὸς Καϊάφαν, ἔπειτα πρὸς Πιλάτον πρῴας οὔσης· πρὶν ἢ μὲν ἀλέκτορα φωνῆσαι πρὸς Καϊάφαν ἄγεται, πρωῒ δὲ πρὸς Πιλάτον. Δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ Καϊάφα ἐρωτώμενος οὐδὲν ἐξηλέγχετο, διὸ καὶ παρέπεμψεν αὐτὸν τῳ Πιλάτῳ. Καὶ ὁ μὲν Μάρκος περὶ της ἀλεκτοροφωνίας διεξιὼν οὕτω φησίν· «Πρὶν ἀλέκτορα φωνῆσαι δὶς, τρὶς ἀπαρνήσῃ με»τε γὰρ ἅπαξ ἠρνήσατο, ἐφώνησεν ὁ ἀλεκτρυὼν τὸ πρῶτον, ὅτε δὲ τρίτον ἡρνήσστο, τὸ δεύτερον ἐφώνησεν), ἀκριβέστερον ἐξηγούμενος τὴν τοῦ Πέτρου ἀσθένειαν, παρ´ αὐτοῦ τοῦ διδασκάλου μαθὼν, ὅτι καὶ φοιτητὴς ἐκείνου ἦν. Ὁ δὲ Ματθαῖος εἰπὼν ὅτι «Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με,» τὴν ὄλην ἀλεκτοροφωνίαν ἐνέφηνε, τοῦτ´ ἔστι τὴν πρώτην, ἥτις διὰ διαφόρων ἐκφωνήσεων γίνεται, ὥσπερ οὗν καὶ ἡ δευπέβα ἀλεκτοροφωνία καὶ ἡ τρίτη. Πρὶν οὖν ἀλέκτορα φωνῆσαι, ὁ Ματθαῖος εἰπών, τρὶς ἀπαρνήσῃ με, τοῦτο ὡσανεὶ ἔλεγεν, ὅτι Καὶ πρὸ τοῦ φθάσαι τὴν πρώτην παρελθεῖν ἀλεκτοροφωνίαν τρὶς ἀπαρνήσῃ με. Μετὰ μέντοι τὸ κριθῆναι τὸν Κύριον ὑπὸ τοῦ Πιλάτου μαστίζεται τὸν νῶτον λώροις πλεκτοῖς· τοιοῦτον καὶ γὰρ τὸ φραγγέλλιον. Εἶθ´ οὕτως εἰς τὸ σταυρωθῆναι παραδίδοται. Ταῦτα δὲ πάντα πεποίηκεν ἡ ἄκαιρος ἀνανδρία τοῦ Πιλάτου· τοὺς γὰρ Ἰουδαίους

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
