# Annales 251

Michael Glycas, Annales, 251. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/251
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/251

Οὕπω τὸ τοιοῦτον ἰη´ ἕτος πεπλήρωται, καὶ τὰ διαληφθέντα τηνικαῦτα γεγόνασι. Τρέχειν ἤρξατο τὸ ιθʹ ἔτος τῆς βασιλείας Τιβερίου Καίσαρος, καὶ κηρύσσειν ὁ Παῦλος ἄρχεται, ὡς ἱστορία φησί. Διέρχονται τοίνυν ἔτη δʹ τὰ ἐπίλοιπα τῆς βασιλείας Τιβερίου · καὶ γὰρ εἴκοσι καὶ δύο ἔτη τὰ πάντα κρατήσας εὑρίσκεται. Διέρχονται δὲ ὀμοίως καὶ τὰ τῆς θασι. λείας Γαΐου ἔτη δʹ, καὶ Κλαυδίου δὲ ὁμοίως διέρχον· ται ἔτη ὡσεὶ ιδʹ. Τοῦτον ὁ Νέρων διαδέχεται, καὶ τῷ ιγʹ´ ἔτει τῆς αὐτοῦ βασιλείας ἀναιρεῖ τὸν Ἀπόστολον Τριάκοντα λοιπὸν καὶ πέντε εὑρίσκονται τὰ ἔτη ἐν δἷς ὁ Παῦλος ἐκήρυξε. Τοσοῦτον δὲ τὰ τῆς αὐτοῦ μετεχειρίζετο διακονίας, ὡς καὶ πρὸς Ἰάκωβον τὸν ἀδελφόθεον εἰσελθεῖν καὶ συμβουλὴν ἐξ ἐκείνου δέξασθαι ξυρηθῆναι καὶ ἁγνισθῆναι τῶν Ἰουδαίων ἕνεκεν. Οὗτος ὁ Ἰάκωβος ἀρχιερεὺς Ἰεροσολύμων πρῶτος ἐχρημάτισε· προείλοντο γὰρ αὐτὸν ὥστε μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον δόξης ἕνεκεν ἐπιδικάζεσθαι. καθὰ Κλήμης ὁ Στρωματεὺς ἱστορεῖ. Τοῦτον μέντοι τὸν Ἰάκωβον καὶ δίκαιον ἐκάλουν διὰ τὴν αὐτοῦ ἀρετήν. Οὗτός ἐστιν ὁ κατὰ τοῦ πτερυγίου βληθεὶς καὶ παρὰ τοῦ κναφέως ξύλῳ πληγεὶς κατὰ κεφαλῆς εἰς θάνατον. Ἰουδαῖοι γὰρ τοῦ Παύλου Καίσαρα ἐπικαλουμένου καὶ ὑπὸ Φήστου πεμφθέντος, τῆς ἐλπίδος καθ´ ἡν ἐξήρτυον αὐτῷ τὴν ἐπιβουλὴν ἐκπεσόντες, ἐπ´ αὐτὸν τρέπονται, καὶ λέγουσιν «Ἐπίσχες σὸν λαὸν, ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν· ἡμεῖς γὰρ μαρτυροῦμέν σοι, καὶ πᾶς ὁ λαὸς, ὅτι δίκαιος εἶ.» Ἦν δὲ Πάσχα. Καὶ στήσαντες αὐτὸν ἐπὶ τὸ πτερύγιον εἶπον. ελίκαιε, σοὶ πάντες πειθόμεθα· Ἐπεὶ δὲ ψ λαός πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Θεοῦ.» Ἐκείνου δὲ ἀποκριθέντος ὅτι Ἰησοῦς κάθηται ἐν τῷ οὐρανῷ ἑκ δεξιῶν τῆς μεγάλης δυνάμεως, καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ἔκραξαν· «Ὦ ὢ. καὶ ὁ δίκαιος ἐπλανήθη.» Κατέβαλλον οὖν αὐτὸν ἀναβάντες, καὶ ἔβαλλον λίθρις. Καὶ εὐθὺς Οὐεσπασιανὸς πολιορκεῖ αὐτούς. Τοσοῦτον δὲ ἦν δίκαιος ὡς τοὺς ἔμφρονας τῶν Ἰουδαίων νομίζειν δι´ αὐτὸν ταῦτα γενέσθαι. Γράφει δὲ καὶ Ἰώσηπος· «Ταῦτα δὲ συμβέβηκεν Ἰουδαίοις κατ´ ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ». Τὸν μὲν οὖν τρόπον τῆς τελευτῆς αὐτοῦ, ἤγουν τὸ κρημνισθῆναι καὶ λιθασθῆναι καὶ γονυπετῆσαι καὶ εὔξασθαι ὑπὲρ αὐτῶν καὶ ξύλῳ πληγέντα τελειωθῆναι, δ Κλήμης ἱστόρησεν, ὁ δὲ Ἰώσηπος ταῦτα· οἶνον καὶ σίκερα οὐκ ἔπιεν, ἔμψυχον οὐκ ἔφαγεν, ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ ἠλείψατο, καὶ βαλανείῳ οὐκ ἐχρήσατο. Τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἄγια εἰσιέναι καὶ δέεσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς ἐντεῦθεν ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου νονυπετοῦντος καὶ δεομένου ἄφεσιν τῷ λαῶ. Ἀπέκτειναν δὲ αὐτὸν οἱ Ἰουδαῖοι μετὰ τὴν τελευτὴν ΦήοονοοΟΟῌΙ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
