# Annales 255

Michael Glycas, Annales, 255. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/255
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/255

ὡς ἄπας σχεδὸν τῶν ἀποστόλων ὁ θίασος καὶ αὐτῶν δὴ τῶν ἑβδομήκοντα περὶ τὸ σεπτὸν ἐκεῖνο τῆς Θεομήτορος συνήθροιστο θέατρον, καὶ ὅτι κατ´ αὐτὸν πάντες συνήλθοσαν οἱ ἀνὰ πᾶσαν ἐσκορπισμένοι τὴν γῆν μαθηταὶ, ὧν εἶς ἐτύγχανε καὶ αὐτὸς σύναμα Τιμοθέῳ καὶ Ἱεροθέῳ. Καὶ δῆλον ἐξ ὧν αὐτὸς ἔγραφε πρὸς Τιμόθεον· «Ἡνίκα γὰρ, φησὶ καὶ ἡμεῖς, ὡς οἷσθα καὶ αὐτὸς, καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ σώματος συνεληλύθαμεν. Καὶ οὕτω μὲν ὁ διαληφθεὶς θεῖος Διονύσιος. Πλὴν εἰ τοῖς τῆς φύσεως νόμοις ὑπέπεσεν, εἰ καὶ θάνατον ἐγεύσατο, εἰ καὶ μνήματι κατετέθη ὡς ἄνθρωπος, ἀλλὰ τοὺς ὅρους νενίκηκε τῆς φύσεως, ἀλλὰ τάφος καὶ νέκρωσις αὐτὴν οὐ κεκράτηκε· τοῦ γὰρ μνήματος ἐξανέστη καὶ αὕτη παραπλησίως τῷ υἱῷ αὐτῆς καὶ Θεῷ, μόνα παρὰ τῷ τάφῳ καταλείψασα τὰ ἐντάφια. Καὶ πιστοῦται τὸν λόγον Ἰουβενάλιος ὁ τῶν Ἱεροσολύμων χρηματίσας θεῖος ἐπίσκοπος, τήν τε τοῦ Θωμᾶ διηγησάμενος ἀπόλειψιν, τὴν ἐσύστερον αὐτοῦ παρὰ τῷ τάφῳ προσέλευσιν καὶ τὴν ἐπ´ αὐτῷ τῷ τάφῳ γεγονυῖαν παρ´ αὐτοῦ κατεξέτασιν Οἱ γὰρ ἀπόστολοι τηνικαῦτα διανοιγῆναι τὸν τάφον κελεύουσιν ἅτε τὸν Θωμᾶν ὁρῶντες ἐπὶ τῇ ἀπολείψει πολλὰ δυσχεραίνοντα. Καὶ ὁ μὲν τάφος ἠνοίγετο, ὰ δὲ θησαυρὸς ἐντὸς ἦν οὐδαμῶς, μόνα δὲ κείμενα, καθάπερ εἴρηται, τὰ ἐντάφια. Ὅτι δὲ ἡ αὐτὴ καὶ ἡ ἐπὶ τῆς Θομήτορος ἔμελλε γενέσθαι ἀνάστασις, καὶ ταύτην ἑκ νεκρῶν ἐγερθῆναι καθὰ δὴ καὶ τὸν υἱὸν αὐτῆς, ὁ μακάριος Δαβὶδ προφθάσας ἐδήλωσεν οὔτως εἰπών· «Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.» Ἐπειδὴ γὰρ τὴν ἐν γαστρὶ βαστάσασαν αὐτὸν κἀντεῦθεν κι. βωτὸν ἁγιάσματος χρηματίσασαν, οὔτως ἐγηγερμένην ἐκ τάφου προέγνωκεν ὁ Δαβὶδ καθὰ δὴ καὶ τὸν ἐξ αὐτῆς γεννηθέντα Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν, εἰκότως ἄρα καὶ ἐπὶ ταύτῃ τὴν ὁμοίαν προέγραψεν ἔγερσιν. Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκεῖνος, εἰπών· «Ἀνάστηθι, Κύριε, οὺ,» τηνικαῦτα ἐπήγαγε · «Καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.» Μὴ οὖν ἀμφίβαλλε. Ἐπειδὴ γὰρ τὰ δύο τῶν πρωτοπλάστων σώματα τῇ λύμῃ τῆς φθορᾶς ὑπέπεσαν διὰ τὴν παράβασιν, κἀντεῦθεν τὸ τοιοῦτον ὑφέρπον κακὸν διαδόσιμον ἐφ´ ἅπαν γέγονε τὸ ἀνθρώπινον, διὰ τοῦτο καὶ νῦν πρώτως δυο σώματα ἀποτιναξάμενα ἀπαρχὴ τοῖς ἐλπιζομένοις ἀφθαρσίας γεγόνασι. Καὶ μὴ μῦθον ἡγοῦ τὰ λεγόμενα. Ὅρα γὰρ νουνεχῶς ὅτι καὶ ὁ ἐν πατριάρχαις ἁγιώτατος Γερμανὸς τὰς ἀφορμὰς ἐκεῖθεν λαβὼν ἐν τῷ εἰς τὴν κοίμησιν λόγω αὐτοῦ καὶ τάδε κατὰ ῥῆμα διέξεισιν, ὅτι «Ζῇ σου τὸ πνεῦμα διὰ παντὸς, καὶ ἡ σάρξ σου διαφθορὰν οὐχ ὑπέμεινε τάφου. Πάντα ἐπισκέπτῃ, καὶ ἡ ἐπισκοπή σου πρὸς´ ς πάντα, ὥστε κἂν οἱ ὀφθαλμοὶ ἡμῶν κεκράτηνται μὴ βλέπειν σε, ἀλλὰ σὺ παναγία τεῖς

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
