# Annales 259

Michael Glycas, Annales, 259. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/259
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/259

Νέρωνος· «Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ πάντιες με ἐγκατέλιπον. Μὴ αὐτοῖς λογισθείη. Ὁ δὲ Κύριός μου παρέστη καὶ ἐνεδυνάμωσέ με.» Κατὰ δέ γε τὸ τέλος μόνος παρῆν ὁ Λουκᾶς. Μετὰ μέντοι τὴν πρώτην ἀπολογίαν εἰς Ἰσπανίαν ὁ Παῦλος παραγίνεται. Γύναιον οὐν τι τῶν ἐπισήμων ἐκ πρὸ πολλοῦ θέλον τὸν Παῦλον ἰδεῖν καὶ τὴν ἀλήθειαν ἐνηχηθῆναι, παρακύψαι λέγεται κατὰ τὴν ἀγορὰν καὶ ἰδεῖν αὐτὸν διερχόμενον, καὶ πεῖσαι τὸν αὐτῆς ἄνδρα Πρόβον ἐντὸς τοῦ οἴκου δέξασθαι. αὐτόν Εἰσελθόντος οὖν θαῦμα παράδοξον γίνεται· τὸ γὰρ γύναιον ἀνακαλυφθέντων τῶν τοῦ νοὸς ὀφθαλμῶν ἑώρα ἐπὶ τοῦ μετώπου τοῦ Ἀποστόλου ἐπίχρυσα γράμματα, «Παῦλος ὁ τοῦ Χριστοῦ κῆρυξ», διαγορεύοντα. Καὶ προσπεσοῦσα τοῖς ποσὶν αὐτοῦ ἡ τοιαύτη γυνὴ κατηχήθη καὶ ἐβαπτίσθη. Ὁμοίως καὶ Πρόβος ὁ ἀνὴρ καὶ πάντες οἱ λοιποὶ καθεξῆς. Τοῦ μέντοι Νέρωνος Ἀνίκητόν τινα στείλαντος ἐπὶ τῷ τὴν μητέρα αὐτοῦ Ἀγριππῖναν ἀποκτεῖναι, τί ποιεῖ αὕτη; Τὴν ἑαυτῆς γαστέρα γυμνώσασα· «Παῖε Ἀνίκητε, ἔφη, παῖε, ὅτι Νέρωνα ἐγέννησεν.» Οὕτος ὁ Νέρων πρὸς τοῖς ἄλλοις αὐτοῦ κακοῖς καὶ κιθαρῳδοῖς καὶ μίμοις ἐπέχαιρεν, ἀκρατόποτῶν ἐσαεν κἀντεῦθεν τοὺς ἀναιτίους ἀποστερῶν τῆς ζωῆς. Τοσοῦτον δὲ Ῥωμαῖοι ἀπεστράφησαν αὐπλυ ὡς ἐπιστῆναι καί ποτε τοῦτον ἀναιρήσοντες. ουτο δὲ γνούς ὁ Νέρων ἑαυτὸν διεχειρίσατο, μηδὲν ἄλλο εἰπών ἢ τοῦτο καὶ μόνον· «Οἷον, ὦ Ζεῦ, κιθαρῳδὸν ὁ βίος ζημιοῦται!» Λέγεται δὲ καὶ τοῦτο, ὅτι Λουκᾶς ὁ ἀπόστολος ἐπὶ καρποφόρου ἐλαίας ἐσταυρώθη. Ἄδηλον δὲ ἦν τὸ τίμιον αὐτοῦ λείψανον διὰ τὸ μέσον πολλῶν σκηνωμάτων ῥιφῆναι· διὰ προσευχῆς δὲ ἔπεμψεν ὁ Θεὸς κουλούρια ἰατρικὰ σύμβολα τῆς τέχνης αὐτοῦ, καὶ οὕτω φανερωθὲν ἐνταῦθα ἐπανεν σώθη. Οὐ πολὺς μετὰ ταῦτα παρεῤῥύη καιρὸς, καὶ ἡ τῶν Ἰουδαίων ἐφθάκει ἀπώλεια. Οὐκ ἐν ἄλλῳ δὲ καιρῷ ἦλθεν, ἀλλ´ ἐν ἡμέρᾳ τῆς ἑορτῆς, Καὶ εἰκπτως · ἐχρῆν χὰρ αὐτοὺς ἐν αἷς εἰς τὸν Κύριον ἐξήμαρτον, ἐν αὐταῖς καὶ τὰ ἐπίχειρα εὑρεῖν, καίτοι γε πολλὰ τοῦ Θεοῦ ποιήσαντος ἵνα διορθωθῶσι. Καὶ γὰρ ἄνθρωπός τις Ἰησοῦς κατὰ τὴν ἑορτὴν τῆς Σκηνοπηγίας ἐλθὼν ἐν τῷ ἱερῷ ἀνέκραξε φωνῇ ἀπὸ τῶν τεσσάρων μερῶν ἐπὶ Ἰεροσόλυμα καὶ τὸν λαὸν, ἀλλὰ καὶ τὴν πόλιν πᾶσαν περιερχόμενος καὶ τυπτόμενος ἔλεγεν· «Οὐαὶ, οὐαὶ, Ἱεροσόλυμα.» Δύο καὶ γὰρ ἔτη περικυκλωθέντες καὶ ἀπορήσαντες τοὺς ζωστῆρας καὶ τὰ δέρματα τῶν θυρεῶν ἐμασῶντο. Γυνὴ δέ τις Μαρία τοὔνομα, πλουσία οὖσα σφλδρα, ἐκ τῆς χώρας πρὸς τὴν πόλιν εἰσῆλθε, καὶ τὰ προσόντα αὐτῇ σκυλευθεῖσα ὑπὸ τοῦ λαοῦ καὶ μὴ ἔχουσα ζῆσαι, ὑπομάζιον αὐτῆς παῖδα ὀπτήσασα ἔφαγε. Τοῦτο οῶν ἰδόντες ηὔχοντο τάχιον ἀποθανεῖν. Καὶ θύελλα τότε ἔπνευσε, καὶ τὰ μὲν βέλη τῶν ποὐεμίων ὄρθια ἔφερε, τὰ δὲ τῶν Ἰουδαίων πλάγια, ὡς ἐντεῦθεν καὶ τὴν Ἱρεμίου προφητείαν πέρας λαβεῖν τὴν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
