# Annales 266

Michael Glycas, Annales, 266. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/266
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/266

τοῦτον Γάλλος καὶ Βολουσιανὸς ἔτη βʹ, μῆνας ηʹ. Μετὰ τοῦτον Αἰαιλιανὸς μῆνας, δʹ. Μετὰ τοῦτον Οὐαλεριανὸς ἔτη ιεʹ,. ἐφ´ οὗ λιμὸς γέγονεν οἶος οὐ γέγονε πώποτε, καὶ φθορὰ ἀνθρώπων ἄῤῥητος· ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες ἀνήεσαν, ἐκ ποταμῶν τε καὶ λιμνῶν, τοσοῦτον φθοροποιοὶ ὡς νομίζειν ἰχῶρας νεκρῶν εἶναι τὰς δρόσους. Ἐφʹ ᾧ καὶ οὐκ ἦν οἰκία ἐν ἦ οὐκ ἦν τεθνηκὼς καὶ ἀπόζων· ἀναρίθμητος γὰρ τηνικαῦτα τῶν ἀνθρώπων ὁ ὄλεθρος. ΠΙετῖ αιανοιῶ εοοῖ αο ἱλωοτοε- Ιαῷμο ΠυΠά οὴμε εΓί ἔτη γ ΠοΛαανοῖ οΙἱϛμο ἴαοτοι. ΡΔΓΙθΑΙΙ οΠΗΠ ΜοΠΙΛΡς ἰΙΒΙΠριαὶῖΠας Μετὰ τοῦτον Κλαύδιος ἔτος ἓν, ὁ καὶ πρόπαππος σοῦ μεγάλου Κωνσταντίνου. Μετὰ τοῦτον Κιντίλιος ὀλίγας ἡμέρας· τὸν γὰρ Αὐρηλιανὸν ὁρῶν τῆς βασιλείας κατεπεμβαίνοντα τὴν τῆς χειρὸς φλέβα τέμνει, καὶ ἀφίησιν αὐτὴν ἕως οὗ λειποψυχήσας ἀπάΟαυε Μετὰ τοῦτον Αὐρηλιανὸς, ἐφ´ οὗ Μάνης ὁ κατάρατος ἦν, ὁ καὶ τὸ γένος Βραχμὰν, καὶ ὁ Σαμοσατεὺς Παῦλος. Ἐν δὲ τοῖς ἑξῆς καὶ Ἀπολινάριος ὁ τῆς Λαοδικείας ἐπίσκοπος, ὃς τῶν Ἀρειανῶν λεγόντων ἄψυχον εἶναι τὴν τοῦ Κυρίου σάρκα, ἔλεγε σάρκα μὲν ἐψυχωμένην λαβεῖν τὸν Κύριον, οὐ μὴν δὲ καὶ νοῦν τὸν ἡμέτερον· ἤρκει γὰρ ἡ θεότης τῆς σαρκὸς ἐκείνης ἡγεμονεύειν. Μετὰ τούτους Θεόδωρος ὃ Μοψουεστίας πόλεως οὔσης ἐν Κιλικίᾳ τὴν ἡγεμονίαν λαχών, δυσφημῶν τὸν Κύριον ἕνα τὸν καθ´ ἡμᾶς καὶ κοινὸν εἶναι, κατὰ προκοπὴν τὴν χάριν δεχόμενον, καὶ ἐν αὐτῷ τῷ βαπτίσματι τῆς τοῦ παναγίου Πνεύματος δωρεᾶς γενόμενον μέτοχον. Ὁ δέ γε Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας ὥρμητο. Ἦν δὲ καί τις. Ἰουλιανὸς ἐπίσκοπος μὲν Ἁλικαρνασσοῦ τὴς Ἀσίας, αἱρεσιάρχης δέ· τὴν γὰρ ἁγίαν σάρκα τοῦ Σριστοῦ πρὸ τοῦ παθεῖν ἄφθαρτον ἔλεγεν εἶναι. Λίετὰ δὲ Αὐρηλιανὸν Τάκιτος ἔτη βʹ. Μετὰ τοῦτον Πρόβος καὶ Φλωριανὸς ἔτη βʹ, μῆνας δʹ. Τοῦτον δὴ τὸν Φλωριανὸν ἀνεῖλεν ὁ Πρόβος, παράφρονα ποιήσας ἑαυτόν. Τότε δὴ καὶ βροχῆς γεγονυίας σῖτος μεμιγμένος τῷ ὕδατι πολὺς ἄνωθεν κατηνέχθη. Τοῦτον συνάγοντες σωροὺς μεγάλους ἐποίησαν. Ὡσαύτως καὶ ἐπὶ Αὐρηλιανοῦ ψεκάδας ἀργύρου κατενεχθῆναί φασι, Μετὰ δὲ τούτους Κᾶρος καὶ Καρῖνος ἀνὰ ἔτη βʹ. Μετὰ δὲ τούτους Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἐρκούλιος ἔτη κβʹ. Οὗτοι τὴν βασιλείαν ἐξ ἀπονοίας ἀφέντες ἰδιωτικὸν ἀνελάβοντο σχῆμα. Κατὰ γὰρ τὸν μεταφραστὴν κύριν Συμεών πολλὴν ἔθεντο σπουδὴν οὗτοι τὴν εἰς Χριστὸν πίστιν καταγωνίσασθαι, ἢν κραταιοτέραν μεῖναι καὶ ἅδου πυλῶν αὐ τὸς ἀπεφήνατο. Ἀλλ´ ἐπειδήπερ ἔγνωσαν ἀδυνάτοις ἐπιχειροῦντες, ἑκάτερος αὐτῶν τοῦ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τὴν βασιλείαν ἀπεσκευάσαντο ποὸς μὲν τοὺς ἄλλους κόρον τῆς τύχης καὶ μεταβολῆς ἔρωτα προφασισάμενοι· οἷς δὲ τῶν ἀποῤῥήτιλν κοινωνεῖν εἶχον καὶ τὰ τῆς ψυχῆς ἐξεκάλυπτον, τοῦ Χριοτοῦ τὴν ἰσχὺν ἔλεγον καὶ τὴν ἁπὸ τῶν σημείων

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
