# Annales 269

Michael Glycas, Annales, 269. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/269
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/269

Κρίσπος, ὃν ἐκ παλλακῆς ἕσχεν ὁ μέγας. Τὸν μέντοι Κωνσταντῖνον, Κώνσταντα καὶ Κωνστάντιον ἐκ Μαξιμίνας ἔσχε θυγατρὸς Διοκλητιανοῦ. Ἐν δέ γε τῷ Καπετωλίῳ Ῥώμης ἔν τινι καταδύσει βαθμοὺς ἐχούσῃ τξεʹ δράκων ἦν πολλοὺς βλάπτων τῶ φυσήματι, ὅτε τῆς καταδύσεως παρέκυπτεν· ὃν ὁ μέγας Σίλβεστρος ἔκλεισεν ἐκεῖσε παρακληθείς. Μετὰ δέ γε τὸ θαῦμα ἐκεῖνο ὅπερ ἐπὶ τῷ ἀγρίῳ ταύρῳ πεποίηκεν ὁ Σίλβεστρος, ἡνίκα μετὰ τοῦ Ζαμβρῆ ἐκείνου τοῦ μάγου περί τε τῆς καθ´ ἡμᾶς πίστεως καὶ τῆς τῶν Ἰουδαίων διελέγετο ἐνώπιον τοῦ τε μεγάλου Κωνσταντίνου καὶ αὐτῆς τῆς ἁγίας Ἑλένης, ἔτι τῷ Ἰουδαίων μέρει προσκειμένης, πόλιν εἰς ὄνομα αὐτοῦ κτίσαι βούλεται ὁ θειότασος βασιλεύς. Καὶ δὴ προθυμούμενος τούτου χάριν ἀπελθεῖν ἐπὶ τὰ ἑσπέρια, κατ´ ὄναρ ἐπετράπη ὀδεῶ σαι τὴν πρὸς τὸ Βυζάντιον φέρουσαν. Ὅθεν ἔσπευδε. καὶ περὶ τὴν Χαλκηδόνα τὴν πόλιν οἰκοδομῆσαι. Ἀλλ´ ἐκωλύετο ἄνωθεν· ἀετοὺς γάρ φασι τὰ τῶν τεχνιτῶν ἐργαλεῖα ἀφαρπάζειν ἀπὸ Χαλκηδόνος καὶ ἐπὶ τὸ Βυζάντιον ταῦτα διαπερᾷν, ὅπερ ἐπισκοπὴ πρότερον ἧν τῆς κατὰ Θράκην Ἡρακλείας. Ὑπέπεσε δὲ τῇ Ἡρακλείᾳ τὸ Βυζάντιον τρόπῳ τοιῷδε. Ἀρχαία πόλις τὸ Βυζάντιον ἦν, καὶ καθ´ ἑαυτὸ διοικούμενον. Ἐπὶ Σεβήρου δὲ τοῦ Ῥωμαίων αὐτοκράτορος πολιορκηθὲν παρὰ τῶν Ῥωμαίων καὶ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὸν πόλεμον ὑποστὰν ὕστερον ἑάλω, τῶν ἀναγκαίων ἐπιλειψάντων τοῖς ἐποίκοις αὐτοῦ. Καὶ καθῃρέθη μὲν καὶ τὰ τείχη αὐτοῦ, ἀφῃρέθη δὲ καὶ τὰ πολιτικὰ δίκαια, καὶ οὕτως ὑπετέθη ΠειΚρινθίοις · Πείρινθος δέ ἐστιν ἡ Ἡράκλεια. Ὅθεν καὶ τῷ Ἡρακλείας ἡ χειροτονία τοῦ πατριάρχου ἀπονενέμηται, ὡς παρὰ αὐτοῦ χειροθετουμένου τοῦ ἐπισκόπου Βυζαντίου. Ἀνανεώσας οὕν ὁ μέγας Κωνσταντῖνος τὸ ὑπὸ Βύζου βασιλέως Θράκης κτισθὲν τεῖχος προσέθετα καὶ ἕτερον διάστημα, καὶ νέαν οὕτω Ῥώμην τὴν πόλιν ταύτην ὡνόμασεν. Ἀπαρτίζεται δὲ, ναὶ μὴν καὶ ἐγκαινίζεται ἡ μεγαλόπολις αὕτη κατὰ τὴν ια τοῦ Μαΐου μηνὸς ἔτους ἐνισταμένου εωληʹ. Τηνικαῦτα κληθεὶς ὁ τῶν ἀστρονόμων δῆθεν ἀκριβέστα. τος Οὐάλης ποιεῖ θεμάτιον δι´ οὓ εἰς χίϛʹ ἐνιαυτοὺς διαμεῖναι τὴν πόλιν ταύτην ἐφοίβασεν. Ἐντεῦθεν οὖν διεψευσμένη ἡ τοῦ Οὐάλεντος πρόῤῥησις καὶ διημαρτημένη προφανῶς ἡ τέχνη ἐλέγχεται. ρῶν δὲ τὴν αὐτοῦ πόλιν ὁ μέγας ὀλιγάνθρωπον, τοὺς ἀξιολογωτέρους Ῥώμης ἐκεῖθεν παρήγαγεν· ἀφ´ ὧν εἰσι καὶ οὗτοι, Ὀλύβριος, Βῆρος, Οὐρόίκτος, Καλλίστρατος, Ζωτικὸς, Εὐγένειος, Εὔβουλος, Στούδιος, Φλωρέντιος, Μαυριανός, Σεβῆρος καὶ Ἰσίδωρος,

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
