# Annales 270

Michael Glycas, Annales, 270. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/270
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/270

οἵτινες οἴκους, ναοὺς καὶ ἕενῶνας ἀνήγειραν. Τούτους μὲν τοὺς διαληφθέντας Ῥωμαίους ἄνδρας τοιουτοτρόπως ἐνταῦθα μετοικίζει ὁ μέγας Κωνσταντῖνος. Λαβὼν γὰρ τοὺς δακτυλίους αὐτῶν ἀποστέλλει αὐτοὺς εἰς τὸν βασιλέα Περσῶν Σάρβαρον, ὃν καὶ νικήσαντες ὑπέστρεψαν· ἐν δὲ τῷ καιρῷ τῆς ἐκδημίας αὐτῶν ἀποστείλας τοὺς δακτυλίους εἰς Ῥώμην ἄγει τὰς γυναῖκας αὐτῶν ἐνταυθοῖ. Κτίζει δὲ καὶ οἴκους κατά γε τὸ μῆκος καὶ σχῆμα τοιούτους οἵους εἶχον ἐν Ῥώμῃ. Ὑποστρέψαντες οὖν ἐκεῖνοι καὶ τὸ δρᾶμα μαθόντες ἐξέστησαν Τούτων οἱ μὲν τέσσαρες μάγιστροί, οἱ δὲ ὁκτὼ πατρίκιοι. ἀαι ΓοοιυΙρεαιοτίς αίιοιῖ οὐηί Εαηὲ τῇ ἰλίοι ϟοε πωίοΓ Ιἱ φμΔο ΠΑμῖειπῆ, οἱ νει ρΟεἰὸΓΙΟΓεε ΡαἰΕΙοῖἱ. Γίνωσκε δὲ, ἀγαπητὲ, ὅτι τῆς πόλεως ἐξισουμένης καθ´ ὃν ἐκτίζετο καιρὸν λίθοι παρὰ λιθοξόων ἐτμήθησαν, οὓς προτείχισμα διὰ τὴν τῆς θαλάσσης βίαν ἔθεντο, ἀπὸ τῆς Βαρβάρας σχεδὸν ἕως. αὐτης. τῆς χρυσῆς πόρτης ἐντὸς τὸ τεῖχος φυλάσσοντας. Ὁμοίως δὲ μετεκόμισεν ἐνταῦθα καὶ τὸν ἐν τῷ φόρῳ κίονα μονόλιθον ὄντα, καὶ ἵδρυσεν ἐπάνω αύτοῦ τὸν ἀνδριάντα ἐκεῖνον ὃν ἤνεγκεν ἀπὸ Ἡλιουπτάλεως τῆς Φρυγίας. Ὁ δὲ τοιοῦτος λίθος ἔτη τρία διεπλωΐζετο, ἐνιαυτὸν ὅὲ ὅλον ἀνεβιβάζετο ἔνθα καὶ ἵσταται. Μετὰ δὲ ταῦτα ποιήσας Καίσαρας Κώνσταντα μὲν ἐνταῦθα, Λικίνιον δὲ τὸν γαμβρὸν αὐτοῦ ἐν Νικομηδείᾳ, κατὰ Περσῶν ἐστράτευσεν. Οὗτος δὲ ὁ Λικίνιος κατὰ Χριστιανῶν ἤρξατο διωγμὸν κινεῖν. Τότε δὴ, τότε καὶ τὸν Ἀμασείας ἐπίσκοπον Βασιλέα οὕτω καλρύμενον ἀνεῖλε Τβπδὴ τότε καὶ ὄφεις ἐν Μελιτηνῇ τοσοῦτον ἐπολέμηααν κατ´ ἀλλήλων ὥστε καὶ τὴν χώραν ἐποῦέσαι τῷ φόνῳ αὐτῶν. Τότε καὶ ἡ ἐν Νικαίᾳ σύνοδος γέγονεν, ἐν ᾗ τὸν ἄμαχον Εὐλόγιον Ἕλληνα ὁ μέγας καὶ ἀπλοῦς τῷ λόγῳ Σπυρίδων ἐχειρώσατο. Ἡ τοιαύτη σύνοδος καὶ τὸ πάσχα διωρίσατο ἑορτάζειν ἡμᾶς κατὰ τὴν νῦν κρατοῦσαν συνήθειαν· πρότεοον γὰρ κατὰ τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης ἐτελεῖθο τὸ πάσχα, ὅθεν καὶ τοὺς οὕτως ἑορτάζοντας ἡ ἀγία καὶ οἰκουμενικὴ δευτέρα σύνοδος ἐν τῷ ἑβδόμῳ κανόνι αὐτῆς τεσσαρεσκαιδεκατίτας ναὶ τεαραδίτας καλεῖ. Οὐ γὰρ ἐν Κυριακῇ τὸ Πάσχα ἑώρταζον. ἀλλ´ ὅτε τεσσαρεσκαιδεκαταῖα ἡ σελήνη γένηται, ἐν ᾗ ἂν ἡμέρᾳ τύχῃ πλήρη ταύτην γενέσθαι. Ἑορτά-, Γουσι δὲ τότε νηστεύοντες καὶ ἀγρυπνοῦντες. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι Κωνστάντιος ὁ υἱὸς τοῦ μεγάλου Κωνσταντίνου ἀρειανίσας τὴν πρώτην ἀνατρέψαι σύνοδον ἔσπευδε. Τοῦτο μαθὼν ὁ τῆς πρεσβυτέρας Ῥώμης πάπας ἀνήνεγκε Κώνσταντι τῷ τοῦ Κωνσταντίου ἀδελφῷ, καὶ ὃς πόλεμον ἠπείλησε τῷ ἀδελφῷ διὰ γραμμάτων, εἰ μὴ παύσαιτο τὴν ὁρθὴν πίστιν σαλεύων. Ἐφ´ ᾧ καὶ βουλῇ τῶν

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
