# Annales 275

Michael Glycas, Annales, 275. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/275
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/275

ἀδικίαν ἐν τῷ ἱπποδρόμῳ κατέκαυσε. Τηνικαῦτα ὁ μέγας Μακάριος σκύλακας ὑαίνης τυφλοὺς ἐθεράπευσεν. Ἡ γοῦν μήτηρ αὐτῶν δέρμα προβάτου ἤνεγκε τῷ ἁγίῳ δῶρον ὑπὲρ τῆς τῶν παίδων ἰάσεως. Μετὰ δὲ Οὐάλεντα Γρατιανὸς ὁ υἱὸς Οὐαλεντινιανοῦ ἔτη γʹ. Τηνικαῦτα καὶ ἐν Ἀλεξανδρείᾳ πρᾶγμα. ἐξαίσιον γέγονεν. Ἡ γὰρ θάλασσα ἐντὸς εἰσῆλθε τοσοῦτον ὡς καὶ τὰ πλοῖα μεῖναι ἐν ξηρᾷ. Συῤῥεύσαντος δὲ τοῦ λαοῦ τὸ θαῦμα ἰδεῖν, ἀνέδραμεν αὐθις ἡ θάλασσα καὶ τοῦ ὡρισμένου τότε ὕπερθεν, ὡς ἐντεῦθεν ὑποπνιγῆναι μυριάδας εʹ. Ἀλλὰ καὶ τὰ μέρη Κρήτης καὶ Σικελίας πάντα σχεδὸν κατεκλύσθησαν, τῆς θαλάσσης ἐπαναδραμούσης καὶ ἐξελθούσης ὡσεὶ στάδια ρʹ. Καὶ πελάγη τὰ μεγάλα διχῆ τότε διέστησαν, ὡς ἐπὶ βυθοῦ τὰ πλοῖα καθίσαι καὶ αὖθις ἀνελθεῖν ἀποκαταστάντος τοῦ ὕδατος. Μετὰ τῶν ἄλλων δὲ καὶ ἡ κατὰ Βιθυνίαν Νίκαια ὑπὸ σεισμοῦ κατέπεσεν ἅπασα. Τοσοῦτος δὲ φόβος ἦν ἄαστε τοὺς ἀνθρώπους ἐν ὄρεσι φεύγειν. Τοσοῦτον δὲ ῥ Γρατιανὸς τοξότης εὔστοχος ἦν ὡς ᾄδεσθαι πανταχοῦ Γρατιανοῦ βέλη φρένας ἔχειν. Οὗτος ὁ βασιλεὺς γυναικὸς αὐτῷ προσελθούσης ποτὲ, καὶ τοῦ ὁμοζύγου καταβοώσης ὅτι πληγὰς ἐπάγει καὶ ῥαβδισμοὺς αὐτῇ· «Οὐδὲν, ὧ γύναι, τοῦτο πρός με,» ἔφησεν. Ἀλλὰ καὶ τὸν ὁμόζυγον αὐτῆς βουλεύεσθαι κατ´ αὐτοῦ προσεπειπούσης τοῦ Γρατιανοῦ, πάλιν ἀνταπεκρίνατο · «Τί σοι πρὸς τοῦτο, γύναι·» Μετὰ δὲ τοῦτον κρατεῖ ὁ μέγας Θεοδόσιος ἔτη ιζʹ. Ὅρα δὲ νουνεχῶς ὅτι νικήσαντα τοὺς Γότθους θέλων ὁ Γρατιανὸς αὐτὸν ἐνδῦσαι πορφύραν, οὐχ εὕρισκεν ἰσομήκη αὐτοῦ διὰ τὸ ὑπερωμίαν εἶναι, εἰ μὴ τὴν τοῦ μεγάλου Κωνσταντίνου. Οὗτος ἡνίκα τὴν βασιλείαν παρὰ τοῦ Θεοῦ ἐνεχειρίσθη, ἠγάγετο Γάλλαν τὴν γυναῖκα τοῦ πρὸ αὐτοῦ βασιλέως, ἅτε Πλακίλ· λης θανούσης, ἀφ´ ἧς ἔτεκεν Ἀρκάδιον καὶ Ὁνώριον. Θέλων δὲ τὰ ἱερὰ τούτους δδάξαι γράμματα, καὶ μὴ εὑρίσκων τινὰ φιλόσοφον ὁμοῦ καὶ φιλόθεον πέμπει πρέσβεις πρός γε τὸν ἐν Ῥώμῃ συμβασιλεύοντα. εἴ που τοιοῦτον ἔχει τινά. Καὶ ὃς συνάμα τῷ πάπᾳ πολλὴν περὶ τούτου ποιησάμενος ἔρευναν οὐχ ἕτερον εὗρε τινα εἰ μὴ τὸν μέγαν Ἀρσένιον διάκονον τηνικαῦτα ὄντα. Ιέμπουσι λοιπὸν αὐτὸν πρὸς τὸν μέγαν Θεοδόσιον, εἰ καὶ πολλὰ δυσχεραίνων ἦν διὰ τὸ τὴν ἐγκύκλιον παίδευσιν ἅμα τῷ χειροτονηθῆναι κατὰ τὸν νῶτον ποιήσασθαι. Ὃν καὶ ἀσμένως ἐδέξατο, καὶ παρέδωκεν αὐτῷ ὡς τέκνα καὶ μαθην ἀς, οὐ μὴν ὡς βασιλεῖς, τοὺς υἱοὺς αὐτοῦ. Ποτὲ γοῦν ἑωρακὼς τοὺς μὲν παῖδας καθημένους

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
