# Annales 276

Michael Glycas, Annales, 276. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/michael-glycas/annales/276
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/michael-glycas/annales/276

μετὰ διαδημάτων, τὸν δὲ Ἀρσένιον ἱστάμενον καὶ Ἐιδάσκοντα, μετ´ ὁργῆς εἶπεν· «Οὕτω σοι παρήγγειλα · σὺ αὐτοὺς ποιεῖς βασιλεῖς. Ὁ Θεὸς ἕνει τὴν περὶ τούτων ἐξουσίαν.» Καὶ ῥίψας τὰ ὅιαδήματα εἶπε· «Κρεῖσσόν ἐστι τεθνάναι θεοσεβῶς ἢ βασιλεύειν ἀσεβῶς.» Μετὰ δὲ ταῦτα τοῦ Ἀρσενίου μελετῶντος ἀποδρᾶναι, ἐπεὶ συνέβη καὶ μᾶλλον ἡ τοῦ Ἀρκαδίου πληγὴ καὶ ἡ διὰ ταῦτα ἐπιβουλὴ, φωνὴ πρὸς αὐτὸν γέγονεν· «Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ.» Φυγὼν δὲ καὶ ἀπελθὼν ἐν Σκήτει πάλιν ἤκουσε· «Φεῦγε, σιώπα, ἡσύχαζε. » Οἱ γοῦν παῖδες βασιλεύσαντες ἔγραψαν αὐτῷ συγχωρῆσαι αὐτοῖς, καὶ μάλιστα τῷ Ἀρκαδίῳ, ὑπὲρ οὖ ἐβούλετο ἀποκτεῖναι διὰ σπαθαρίου αὐτόν. Ὁ μέντοι μέγας ἀκούσας καὶ τοῦτο· «Λάβε δημόσια Αἰγύπτου, καὶ διάνειμαι ὅπου θέλεις,» εἶπεν · «Ἐγὼ τῷ κόσμῳ ἀπέθανον, καὶ οὐκέτι ζῶ πλὴν ὁ Θεὸς ἀυγχωρήσαι ὑμῖν.» Ἡ δευτέρα σύνοδος καὶ ὁ μέγας Θεοδόσιος ἐνί δρυσαν τῷ θρόνῳ Κωνσταντινουπόλεως τὸν μέγαν Γρηγόριον, καὶ ἐξ Αἰγύπτου τινὲς ὑπὸ φθόνου ἐταράχθησαν, ἐφ´ ᾧ καὶ ἑκὼν ἐξέστη. Ἀντεισάγεται δὲ Νεκτάριος, τὸ μὲν γένος Ταρσεὺς, τὴν δὲ τοῦ πραίτωρος ἀρχὴν διέπων, ὃς τὸν μὲν βίον θαυμαστός, ἀβάπτιστος δὲ μέχρι τότε. Καὶ ὁ μὲν συγκλητικὸς Νεντάριος προὐχειρίζετο, ὁ δὲ Μακεδόνιος ἀναθεματίρετο. Ριἰααιωε. ΗΙο ειᾳο Νεοιαιῖυε εα οιληε οαιοιῖο Δεὶοοιε ηιίειοε ἀοεῖᾳωΙυΓ, ΜαορουΙως νεο εχεες οΓὰοΠε εοἰεηιεΩθΙΩΙΙΗΓ. Ἐκ ἕιωνσταντινουπόλεως ποῦ μεγάλοι δερδασίοι. ἀπαίροντος ἐπὶ τὰ κάτω μέρης στρατιῶται ἐν Θεσσαλονίκῃ εἰσελθόντες διά τινα χρείαν ἀνταρσίαν ἐποίησαν, ἐφ´ ᾧ ἀντέστησαν οἱ τῆς πόλεως καὶ λίθοις ἕβαλον. Τοῦ γοῦν βασιλέως ζέσαντος ἐπι τούτοις τῷ θυμῷ, καὶ τῷ ἐκεῖσε ἐπαρχεύοντι τὰ περὶ τούτων ἐπι τρέψαντος, χιλιάδες ζʹ ἀνῃρέθησαν. Διερχόμενος δὲ ὁ βασιλεὺς εἰς τὴν ἐπισκοπὴν Μεδιολάνωνπόλις δὲ Ἰταλίας τὰ Μεδιόλανα, οὐ συνεχωρήθη παρὰ τοῦ θειοτάτου Ἀμβροσίου τῇ Ἐκκλησίᾳ ἐπιβῆναι, ἀλλ´ ἔμεινεν ἀφωρισμένος μῆνας η, καὶ μόλις διὰ τὴν τοῦ Χριστοῦ γέννησιν ἐλύθη τε τῶν δεσμῶν καὶ εἰς κοινωνίαν ἐδέχθη, πρότερον τὰ τοῦ λιβέλλου νομοθετήσας. Ἀλλὰ καὶ ἐν τῷ θυσιαστηρίῳ μετὰ ταῦτα οὔμενουν εἰσελθεῖν ἐνεχωρεῖτο· «Ἡ γὰρ ἁλουργὶς, Κφη, βασιλεῖς οὐ μὴν ἰερεῖς ποιεῖ.» Ὅθεν ἐπανελθὼν ὁ βασιλεὺς καὶ παρὰ τοῦ Νεκταρίου ἐρωτηθεὶς δι´ ἣν αἰτίαν οὐκ εἰσέρχεται ἐν τῷ θυσιαστηρίῳ, εἶπεν · «Εἶς ἐπίσκοπος ὁ Ἀμβρόσιος.» Ὅτε ἡ τῶν ἐν Ἀντιοχείᾳ ἀνδριάντων καταστροφὴ

---

Michael Glycas, Annales. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003717.
